Ancient Greek
Letter 9
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 9
Not analysed yet
ΤΟΙΣ ΑΥΤΟΙΣ. Οἱ τὸν πατρῷον κλῆρον διαδεχόμενοι οὐ στέργουσι τοῖς δοθεῖσιν, ἀλλὰ αὔξειν αὐτὰ σπουδάζουσι. Ταύτην δὲ δεῖ τὴν σπουδὴν εἰς τὰ πνευματικὰ μεταθεῖναι, καὶ τὴν προγονικὴν εὐσέβειαν καὶ τὴν περὶ τοὺς πτωχοὺς φιλοτιμίαν μυριοπλασίω ποιεῖν. Ἐγὼ τὴν ὑμετέραν εὐγένειαν παρακαλῶ ἐκεῖνα δοῦναι τῇ παρ' ἡμῖν ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅσα ὁ ὑμέτερος καταλέλοιπε πάππος, καὶ ἄσβεστον αὐτοῦ φυλάξαι τὴν μνήμην. Τοῦτο δὲ καὶ τοῖς ἄλλοις κτήμασι προξενήσει τὴν εὐλογίαν. Σκοπήσατε δέ, ὡς εἴ τις τὸ ἅπαξ ἀφιερωθὲν Θεῷ καὶ ἀνάθημα γεγενημένον ὑφέλοιτο, ἱεροσυλία τὸ πρᾶγμα ς[α]φ[ῶς], καὶ κατηγόρων οὐ χρῄζει. Ὁμολογοῦσι γὰρ τοῦθ' οὕτως οἱ τολμῶντες, ὑπὸ τοῦ συνειδότος ἀναγκαζόμενοι. Ὑμᾶς δὲ μὴ γένοιτο τοῦθ' ὑπομεῖναί ποτε, ἀλλ' εἴη τὰς προγονικὰς εὐλογίας διπλασιάζειν, καὶ διπλᾶ ἀνθ' ἁπλῶν προσφέρειν τὰ δῶρα τῷ Θεῷ.