Ancient Greek
Letter 19
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 19
Not analysed yet
ΒΑΣΙΛΕΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τοιοῦτον ἡμῖν ἔδειξεν ἡ πεῖρα τὸν ἐλλογιμώτατον Ἀθανάσιον τὸν ῥήτορα, ὁποῖον ἔφησε τῆς σῆς θεοσεβείας τὰ γράμματα. Κοσμεῖ γὰρ αὐτοῦ τὴν μὲν γλῶτταν ὁ λόγος, τὸν δὲ λόγον ὁ τρόπος· ὁμοῦ δὲ πάντα λαμπρύνει τὸ τῆς πίστεως χρῆμα. Ἀεὶ τοίνυν ἡμῖν τοιαῦτα προξένει, θεοφιλέστατε. Πολλῆς γὰρ, εὖ ἴσθι, διὰ ταυτησὶ τῆς συνουσίας θυμηδίας ἡμᾶς ἐνέπλησας.