Ancient Greek
Letter 20
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 20
Not analysed yet
ΜΑΡΤΥΡΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἡγεῖται μὲν ἡ φύσις ὡς πρεσβυτέρα τῆς γνώμης· νικᾷ δὲ τὴν φύσιν ἡ γνώμη· καὶ τούτου τεκμήριον ἐναργὲς ὁ ἐλλογιμώτατος Ἀθανάσιος ὁ ῥήτωρ. Αὐχῶν γὰρ πατρίδα τὴν Αἴγυπτον, οὐ μετέλαβε τῆς τοῦ ἔθνους θρασύτητος, ἀλλὰ πραότητι τὸν τρόπον ἐκέρασεν. Ἔστι δὲ καὶ τῶν θείων θερμότατος ἐραστής. Διά τοι τοῦτο καὶ πλείους ἡμῖν συνδιήγαγεν ἡμέρας, ὄνησιν ἐντεῦθέν τινα δρέψασθαι προσδοκήσας. Ἐγὼ δέ, ὡς οἶσθα, θεοφιλέστατε, καὶ παρ' ἑτέρων τὰ τοιαῦτα συλλέγειν ὀκνῶ· τοσοῦτον ἀποδέω τοῦ τοῖς ποθοῦσι μεταδιδόναι. Οὐ σμικρολογία μέντοι, ἀλλ' ἀπορία τοῦτο κωλύει ποιεῖν. Εὐξάσθω τοίνυν ἡ ὁσιότης σου τὴν περὶ ἡμῶν δόξαν ἐμπεδωθῆναι τῇ ἀληθείᾳ· ἵνα μὴ μόνον λέγηταί τι περὶ ἡμῶν ἀξιέπαινον, ἀλλὰ καὶ μαρτυρῆται τοῖς ἔργοις.