Ancient Greek
Letter 23
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 23
Not analysed yet
ΑΡΕΟΒΙΝΔᾼ ΠΑΤΡΙΚΙῼ. Πλοῦτον καὶ πενίαν τοῖς ἀνθρώποις διένειμεν ὁ τῶν ὅλων Δημιουργός τε καὶ Πρύτανις, οὐκ ἀδίκῳ ψήφῳ χρησάμενος, ἀλλ' ἀφορμὴν ὠφελείας τοῖς πλουσίοις παρέχων, τῶν πενήτων τὴν ἔνδειαν. Οὕτω καὶ τὰς παιδείας τοῖς ἀνθρώποις ἐπάγει, οὐ μόνον δίκας τῶν πεπλημμελημένων πραττόμενος, ἀλλὰ καὶ πρόφασιν εἰς φιλανθρωπίαν τοῖς εὐπόροις πορίζων. Ἐπειδὴ τοίνυν μάστιγας ἡμῖν τῆτες ἐπήνεγκεν ὁ Δεσπότης, τῶν μὲν ἁμαρτημάτων ἐλάττους πολλῷ, ἱκανὰς δὲ ὅμως ἀνιᾶσαι τοὺς γεωργοῦντας—καὶ ταύτας πρώην διὰ τῶν ὑμετέρων γηπόνων τὴν ὑμετέραν μεγαλοφυΐαν ἐδίδαξα—· οἰκτείρατε, παρακαλῶ, τοὺς τῆς γῆς ἀροτῆρας, τὸν μὲν πόνον εἰσενεγκόντας, ὀλίγον δὲ κομισαμένους καρπόν· καὶ γενέσθω ὑμῖν ἡ δυσετηρία τῆς πνευματικῆς εὐετηρίας ὑπόθεσις· καὶ τὸν ἔλεον τὸν θεῖον διὰ τοῦδε τοῦ ἐλέου τρυγήσατε. Τούτου γὰρ δὴ χάριν καὶ ὁ λαμπρότατος Διονύσιος πρὸς τὸ ὑμέτερον μέγεθος ἔδραμεν, τὰ πάθη διδάξων, ἵνα τὴν ἴασιν δέξηται· οἷον δέ τινα ἱκετηρίαν τάδε προσφέρει τὰ γράμματα, πλείονος ἀπολαύσεσθαι φιλανθρωπίας διὰ τούτων ἐλπίζων.