Ancient Greek
Letter 24
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 24
Not analysed yet
ΑΝΔΡΕᾼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ. Ποθεῖ μὲν, εὖ οἶδα, τὴν ἡμετέραν συνουσίαν ἡ σὴ φιλοθεΐα, τῆς θείας ἀγάπης ὑπάρχουσα τρόφιμος. Ἐγὼ δὲ πλέον ἱμείρομαι, ὅσῳ καὶ πλείονά μοι προσγίνεσθαι τὴν ἐκ τῆς συνουσίας ὠφέλειαν ἐπίσταμαι. Πέφυκε γάρ πως ἡ ἔνδεια τὴν ἐπιθυμίαν ἐξάπτειν· ἀλλὰ τὸ δοῦναι τὸ ποθούμενον δυνατὸς τῶν ὅλων ὁ Κύριος. Αὐτὸς γὰρ ἰθύνει τὰ σύμπαντα καὶ τὸ συνοίσειν μέλλον ἐπίσταται καὶ τοῦτο πρυτανεύων ἑκάστῳ διατελεῖ. Ἐγὼ δὲ ὅσον εὐφράνθην τοῖς γράμμασιν ἐντυχὼν τῆς σῆς ἁγιότητος, δεῖξαι διὰ λόγων οὐ δύναμαι. Ηὔξησε δέ μοι τὴν θυμηδίαν καὶ ὁ τιμιώτατος καὶ εὐλαβέστατος διάκονος Θαλάσσιος, ἅπερ μαθεῖν ἐπόθουν διηγησάμενος. Τί γάρ μοι, δέσποτα, τῆς σῆς εὐκληρίας ἐρασμιώτερον; Τί δὲ οὕτω ταύτην μεγάλην ποιεῖ, ὡς τῶν καθ' ἡμᾶς μεγάλων <τὸ μέγιστον> ἡ τοῦ φρονήματος μετριότης; Ἰατρῷ γὰρ σοφῷ τε καὶ σπουδαίῳ πεποίηκας παραπλήσιον, ὃς οὐκ ἀνέμεινε τὴν κλῆσιν, ἀλλ' αὐτόματος πρὸς τοὺς δεομένους θεραπείας ἀφίκετο. Τοῦτό με πάσης ἐνέπλησεν ἡδονῆς, καὶ τὸ Δακρυόεν γελάσασα ἔγνων τῇ πείρᾳ, καὶ τοῦ ποιητοῦ κατέμαθον τὴν διάνοιαν. Παράσχοι δὲ τῶν ἀγαθῶν ὁ φιλότιμος χορηγὸς καὶ τὴν σὴν ὁσιότητα διαπρέπειν ἐν τούτοις, καὶ ἡμᾶς τῶν ἀρίστων ἀνδρῶν ζηλοῦν γοῦν τὰ ἀξιέπαινα. Ἐπάρκεσον τοίνυν, ὦ φίλη κεφαλή, καὶ τὸν δοῦναι δυνάμενον πεῖσον δοῦναι τὴν αἴτησιν.