Ancient Greek
Letter 27
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 27
Not analysed yet
ΑΚΥΛΙΝῼ ΔΙΑΚΟΝῼ ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Οὐδεὶς ὀρφανίαν ὀδύρεται τῆς θείας υἱοθεσίας ἠξιώμενος. Τί γὰρ τοῦ ἄνω Πατρὸς ἢ δυνατώτερον ἢ κηδεμονικώτερον; Δι' αὐτὸν γὰρ καὶ οἱ κάτω πατέρες, πατέρες. Αὐτοῦ γὰρ βουλομένου, οἱ μὲν φύσει, οἱ δὲ χάριτι πατέρες καθίστανται. Ἐκεῖνον τοίνυν κατέχωμεν καὶ τῶν ἀπελθόντων τὴν μνήμην φυλάξωμεν ἄσβεστον. Ὀνήσει γὰρ ἡμᾶς ἡ τῶν εὖ βεβιωκότων ἀνάμνησις, εἰς τὴν ἐκείνων διεγείρουσα μίμησιν.