Ancient Greek
Letter 26
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 26
Not analysed yet
ΑΛΛΗ ΕΟΡΤΑΣΤΙΚΗ. Διηνεκῶς μὲν αἱ τῆς Δεσποτικῆς φιλανθρωπίας πηγαὶ τοῖς πιστεύουσι διαβλύζουσι τἀγαθά· φέρουσι δέ τι πλέον αἱ τῶν μεγίστων εὐεργεσιῶν τὴν μνήμην ἔχουσαι πανηγύρεις τοῖς μετὰ πλείονος ἑορτάζουσι προθυμίας. Ταύτας ἐπὶ τοῦ παρόντος ἐπιτελέσαντες καὶ τὴν τούτων εὐλογίαν τρυγήσαντες, προσφθεγγόμεθά σου τὴν εὐλάβειαν. Τοῦτο γὰρ καὶ ὁ τῆς ἑορτῆς καὶ ὁ τῆς ἀγάπης παρακελεύεται νόμος.