Ancient Greek
Letter 33
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 33
Not analysed yet
ΣΤΑΣΙΜῼ ΚΟΜΗΤΙ ΚΑΙ ΠΡΩΤΕΥΟΝΤΙ. Τραγικῆς ἐδεῖτο γλώττης τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου Κελεστιακοῦ τὰ πάθη. Ἐκεῖνοι γὰρ τὰς ἀνθρωπείας ἀποχρώντως συμφορὰς τραγῳδοῦσιν· ἐγὼ δὲ τὴν σὴν ἐν κεφαλαίῳ διδάσκω μεγαλοπρέπειαν, ὡς πατρὶς μὲν αὐτῷ ἡ πάλαι παρὰ πάντων ᾀδομένη Λιβύη, πόλις δὲ ἡ περίβλεπτος Καρχηδών, συμμορία δὲ καὶ πατριὰ ἡ λαμπροτάτη βουλή· πλοῦτος δὲ πολὺς καὶ ῥέων ὑπὲρ τὴν χρείαν. Ἀλλὰ ταῦτα πάντα μῦθός ἐστι νῦν, καὶ διήγημα τῶν πραγμάτων γεγυμνωμένον. Πάντων γὰρ αὐτὸν ἐκείνων ὁ βαρβαρικὸς ἐστέρησε πόλεμος. Τοιαύτη δὲ τῶν ἀνθρώπων ἡ εὐκληρία, οὐκ ἀεὶ τοῖς αὐτοῖς προσμένειν ἐθέλουσα, ἀλλὰ καὶ πρὸς ἑτέρους μεταβαίνειν ἐπειγομένη. Τοῦτον πρὸς τὴν σὴν μεγαλοπρέπειαν ξεναγῶ, καὶ τῆς παρὰ πᾶσιν ᾀδομένης φιλοτιμίας αὐτὸν ἀπολαῦσαι παρακαλῶ. Ἀξιῶ δὲ καὶ πάντας τοὺς ἐν τέλει καὶ εὐπορωτάτους διὰ τῆς σῆς αὐτὸν γνῶναι θαυμασιότητος· ἵνα κἀκείνοις πρόξενος γένῃ τοῦ κέρδους, καὶ μείζους παρὰ τοῦ φιλανθρώπου θεοῦ κομίσῃ τὰς ἀντιδόσεις.