Ancient Greek
Letter 34
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 34
Not analysed yet
ΠΑΤΡΙΚΙῼ ΚΟΜΗΤΙ. Ἅπαντα μὲν ἀξιέπαινα τὰ εἴδη τῆς ἀρετῆς· ἡ δὲ φιλανθρωπία καὶ τὰ ἄλλα κοσμεῖ. Ταύτην αἰτοῦμεν διηνεκῶς τὸν τῶν ὅλων Θεόν· διὰ ταύτην μόνην συγγνώμης ἀπολαύομεν πλημμελοῦντες· αὕτη διακύπτειν πρὸς τοὺς πένητας παρασκευάζει τὸν πλοῦτον. Ταύτῃ λαμπρυνομένην εἰδὼς τὴν ὑμετέραν μεγαλοπρέπειαν, θαρρῶν συνίστημι τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, ἄνδρα πολλῶν χρημάτων καὶ κτημάτων δεσπότην γεγενημένον, ἔρημον δὲ τούτων ἐξαπίνης γενόμενον, φέροντα δὲ τὴν πενίαν εὐκόλως, ὡς ὀλίγοι τὸν πλοῦτον. Τοῦ δὲ τῆς συμφορᾶς δράματος ἡ ὑπόθεσις Λιβύη καὶ Καρχηδών, καὶ τὰ τῶν βαρβάρων κακά. Ἐγὼ μὲν οὖν αὐτὸν πρὸς τὸ ὑμέτερον ἐξενάγησα μέγεθος· ὑμεῖς δὲ τοῖς ἄλλοις ὑποδείξατε, καὶ πρὸς οἶκτον κινήσατε. Κερδανεῖτε γὰρ μείζονα, πολλοὺς φιλανθρωπίαν διδάσκοντες.