Ancient Greek
Letter 38
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 38
Not analysed yet
ΕΟΡΤΑΣΤΙΚΗ. Ἡ μὲν θεία καὶ σωτήριος ἑορτὴ τῶν θεοσδότων ἡμῖν ἀγαθῶν προσενήνοχε τὰς πηγάς, τοῦ σταυροῦ τὴν εὐλογίαν, τὴν ἀθανασίαν, τὴν ἐκ τοῦ Δεσποτικοῦ θανάτου βλαστήσασαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ τὴν ἀνάστασιν, ἣ τὴν κοινὴν ἀνάστασιν ἐπαγγέλλεται. Ταῦτα ἡ ἑορτὴ προσφέρουσα, καὶ τῆς θείας χάριτος τὴν φιλοτιμίαν ἐπιδεικνῦσα, τὴν πνευματικὴν εὐφροσύνην ἐπραγματεύετο. Τῶν δὲ συμφορῶν τὸ μέγεθος καὶ τὸ πλῆθος πάντοθεν ἡμᾶς περιστοιχίζον, τῆς ἑορτῆς τὴν θυμηδίαν ἠμαύρωσε, καὶ οἰμωγὰς καὶ θρήνους ταῖς ὑμνῳδίαις ἀνέμιξε. Τοιαῦτα γὰρ τὰ τῆς ἁμαρτίας κυήματα. Αὕτη γὰρ ὀδύνης τὸν βίον ἡμῶν ἐνέπλησε. Διὰ ταύτην ἐρασμιώτερος ἡμῖν ὁ θάνατος τῆς ζωῆς· διὰ ταύτην καὶ τὸν μέλλοντα πεφρίκαμεν βίον, τὸ ἀδέκαστον ἐκεῖνο κριτήριον φανταζόμενοι. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου, τῆς θείας ἡμᾶς φιλανθρωπίας τυχεῖν, καὶ τὸ στυγνὸν τοῦτο καὶ φοβερὸν διαλυθῆναι νέφος, καὶ αἰθρίας ἡμᾶς ὡς τάχιστα καθαρᾶς ἀπολαῦσαι.