Ancient Greek
Letter 39
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 39
Not analysed yet
ΑΛΛΗ ΕΟΡΤΑΣΤΙΚΗ. Ἐβουλόμην τὰ θυμήρη γράφειν, καὶ τῆς ἑορτῆς ᾄδειν τὴν πνευματικὴν εὐφροσύνην· ἀλλ' οὐκ ἐᾷ τῶν ἁμαρτημάτων τὸ πλῆθος, τὰς θεηλάτους ἡμῖν τιμωρίας ἐπάγον. Τίς γὰρ τοσαύτην ἀναλγησίαν νοσεῖ, ὡς μὴ λαβεῖν αἴσθησιν τῆς θείας ὀργῆς; Εὐξάσθω τοίνυν ἡ εὐλάβειά σου τὰ πράγματα μεταβολῆς τυχεῖν ἀγαθῆς, ἵνα καὶ ἡμεῖς μεταβάλωμεν τῶν γραμμάτων τὸν χαρακτῆρα, καὶ ἀντὶ θρήνων ἐπιστέλλωμεν τὰ θυμήρη.