Ancient Greek
Letter 4
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 4
Not analysed yet
ΕΟΡΤΑΣΤΙΚΗ. Ὁ ψυχῶν καὶ σωμάτων Δημιουργὸς ἑκατέρᾳ φύσει τὰ πρόσφορα δέδωκε καὶ κατὰ ταὐτὸν ἡμᾶς καὶ τοῖς νοητοῖς καὶ τοῖς αἰσθητοῖς ἐπέκλυσεν ἀγαθοῖς. Μετὰ γὰρ δὴ τῆς παναγοῦς ἑορτῆς καὶ τὸν τριπόθητον ἔδωκεν ὑετόν, ἵνα καθαρὰν ἀθυμίας τὴν πανήγυριν ἀποφήνῃ. Ἡμεῖς δὲ τὸν μεγαλόδωρον ὑμνήσαντες Δεσπότην, τοῖς ἑορταστικοῖς συνήθως κεχρήμεθα γράμμασι καί, τὴν σὴν θεοσέβειαν προσφθεγγόμενοι, τὴν ἀπὸ τῶν προσευχῶν αἰτοῦμεν βοήθειαν.