Ancient Greek
Letter 5
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 5
Not analysed yet
ΕΟΡΤΑΣΤΙΚΗ. Φροντίσιν ἡμᾶς καὶ λύπαις μετὰ τὴν ἁμαρτίαν συζεύξας ὁ δημιουργήσας ἡμᾶς Θεὸς παρέσχεν ἡμῖν παραψυχῆς ἀφορμὰς τὰς θείας ἐν μέσῳ τεθεικὼς ἑορτάς. Αἱ γὰρ τούτων ὑποθέσεις καὶ τῶν θεοσδότων ἡμᾶς ἀναμιμνήσκουσι δωρεῶν καὶ τὴν παντελῆ τῶν ἀνιαρῶν προμηνύουσι λύσιν. Τούτων τῶν ἀγαθῶν καὶ νῦν ἀπολαύσαντες καὶ θυμηδίας ἀναπλησθέντες τὴν σὴν μεγαλοπρέπειαν προσφθεγγόμεθα καὶ τῆς φιλίας τὸ μέτρον ἐκτίνομεν κατὰ τὸν νόμον τῆς ἑορτῆς.