Ancient Greek
Letter 41
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 41
Not analysed yet
ΚΛΑΥΔΙΑΝῼ. Ἡ μὲν θεία πανήγυρις τὰς πνευματικὰς ἡμῖν συνήθως προσενήνοχε δωρέας· οἱ δὲ πικροὶ τῆς ἁμαρτίας καρποὶ τούτων ἀπολαῦσαι μετ' εὐφροσύνης οὐκ εἴασαν. Τοιαῦτα γὰρ τὰ ἐκείνων βλαστήματα· καὶ ἐξ ἀρχῆς μὲν ἀκάνθας καὶ τριβόλους καὶ ἱδρῶτας καὶ πόνους καὶ λύπας ἐβλάστησεν· ἐπὶ δὲ τοῦ παρόντος, καὶ τὴν γῆν κλονεῖ καθ' ἡμῶν, καὶ τὰ φῦλα τῶν βαρβάρων πάντοθεν ἡμῖν ἐπέστησεν. Ἡμεῖς δὲ θρηνοῦμεν, ὅτι τὸν ἀγαθὸν Δεσπότην εὐεργετεῖν βουλόμενον τἀναντία ποιεῖν βιαζόμεθα, καὶ τιμωρίας ἐπάγειν καταναγκάζομεν. Ψυχαγωγούμεθα δὲ ὅμως, τοῦ ἐλέου τὴν ἄβυσσον λογιζόμενοι· καὶ πιστεύομεν ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει. Τὴν δὲ σὴν μεγαλοπρέπειαν προσφθεγγόμενος, παρακαλῶ μηνῦσαί μοι τὴν ἀξιέραστον σαυτοῦ ὑγείαν.