Ancient Greek
Letter 42
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 42.1
Not analysed yet
ΚΩΝΣΤΑΝΤΙΝῼ ΕΠΑΡΧῼ. Εἰ μὲν μηδεμιᾶς βιαζομένης ἀνάγκης γράμμασιν ἐχρησάμην πρὸς τὸ ὑμέτερον μέγεθος, αὐθαδείας ἂν τυχὸν ὤφλησα δίκην, μήτε ἐμαυτὸν μετρήσας, καὶ τῆς ὑμετέρας ἐξουσίας ἀγνοήσας τὸ μέγεθος. Ἐπειδὴ δὲ κινδυνεύει τῆς θεόθεν ἐγχειρισθείσης μοι πόλεώς τε καὶ χώρας ἄρδην ἀπολέσθαι τὰ λείψανα, συκοφαντίας κατὰ τῆς γεγενημένης ἐποψίας παρά τινων τολμηθείσης, συγγνώσεται, εὖ οἶδα, τῇ τόλμῃ τῶν γραμμάτων ἡ ὑμετέρα μεγαλοπρέπεια, τοῦ τε πράγματος τὴν χρείαν, καὶ τοῦ γράφοντος τὸν σκοπὸν ἐξετάζουσα. Στένω δὲ καὶ ὀδύρομαι γράφειν κατὰ ἀνδρὸς βιαζόμενος, οὗ συσκιάζειν ἔδει τὰ πλημμελήματα διὰ τὴν τῆς ἱερωσύνης προσηγορίαν. Γράφω δὲ ὅμως, τῶν ἀδικουμένων ὑπ' αὐτοῦ πενήτων ὑπερμαχῶν. Οὗτος γάρ, πολλοῖς μὲν παρανομήμασιν ὑπεύθυνος γεγονώς, εἱρχθεὶς δὲ τῆς κοινωνίας, ὡς μηδέπω τῆς ἁγίας συγκληθείσης συνόδου, δείσας δὲ τοῦ ἀρχιερατικοῦ συνεδρίου τὴν ψῆφον, ἀπέδρα μὲν ἐντεῦθεν, τοὺς ἐκκλησιαστικούς, ὡς ἐνόμισε, πατήσας θεσμούς· ἐγύμνωσε δὲ τὸν οἰκεῖον σκοπόν, τοῦ τῆς ἀκοινωνησίας καταφρονήσας δεσμοῦ. Ἀνεδέξατο δὲ κατηγορίαν οὐδὲ τοῖς ἀποχειροβιώτοις ἁρμόττουσαν· καὶ διὰ τὴν δυσμένειαν ἣν πρὸς τὸν περίβλεπτον ἔσχηκε Φίλιππον, κατὰ τῶν ἀθλίων ἐχώρησε συντελῶν. Ἐγὼ δὲ τὸν μὲν ἐκείνου σκοπὸν καὶ τὴν ἐξ ἀρχῆς τοῦ βίου προαίρεσιν, καὶ τῶν παρανενομημένων τὸ μέγεθος περιττὸν ἡγοῦμαι καταλέγειν. Τοῦτο δὲ μόνον τὴν ὑμετέραν μεγαλοφυΐαν ἀντιβολῶ, μὴ πιστεῦσαι ταῖς ἐκείνου ψευδηγορίαις· ἀλλὰ κυρῶσαι τὴν ἐποψίαν, καὶ φείσασθαι μὲν τῶν ἀθλίων συντελῶν, φείσασθαι δὲ τῶν τρισαθλίων πολιτευομένων, ἀπαιτουμένων ἅπερ εἰσπράττειν οὐ δύνανται. Τίς γὰρ ἀγνοεῖ τῆς ἀπογραφῆς τῶν παρ' ἡμῖν ζυγῶν τὴν βαρύτητα, δι' ἣν πεφεύγασι μὲν οἱ πλεῖστοι τῶν κεκτημένων, ἀπέδρασαν δὲ οἱ γηπόνοι, ἔρημα δὲ πολλὰ τῶν κτημάτων γεγένηται; Οὐδὲν δὲ ἀπεικὸς περὶ γῆς διαλεγόμενον καὶ γεωμετρικαῖς ἀποδείξεσι χρήσασθαι· τῆς γὰρ ἡμετέρας χώρας τεσσαράκοντα μὲν σημείων τὸ μῆκός ἐστι, τοσοῦτον δὲ τὸ εὖρος, Ἔχει δὲ ὄρη πολλά τε καὶ μεγάλα, τὰ μὲν ψιλὰ παντελῶς, τὰ δὲ ἀκάρποις φυτοῖς σκιαζόμενα. Τοῦτο τῆς χώρας τὸ μέτρον πέντε μὲν μυριάδας ἔχει ζυγῶν ἐλευθερικῶν, μύρια δὲ πρὸς τούτοις ἕτερα ταμιακά. Σκοπησάτω τοίνυν ἡ ὑμετέρα σοφία τὴν τῆς ἀδικίας ὑπερβολήν. Εἰ γὰρ μηδὲν ἦν τῆς χώρας ἀνήροτον, ἀλλὰ πᾶσα ἦν ῥᾴστη τοῖς γηπόνοις εἰς γεωργίαν, ὤκλασαν ἂν πρὸς τὰς εἰσφοράς, οὐ φέροντες τῆς ἀπογραφῆς τὴν στενότητα. Τεκμήριον δὲ σαφέστατον. Μυρίων γὰρ καὶ πεντακισχιλίων ζυγῶν ἐπὶ τοῦ μεγαλοπρεποῦς τῆς μνήμης Ἰσιδώρου χρυσοτελῶν γενομένων, οὐκ ἐνεγκόντες τὴν ζημίαν οἱ ἐκ τῆς κομητιανῆς τάξεως πράκτορες, ἀπωδύραντο μὲν πολλάκις, ἱκέτευσαν δὲ δι' ἀναφορῶν τὸν ὑψηλὸν ὑμῶν θρόνον, δισχιλίων αὐτοὺς καὶ πεντακοσίων ἀπόρων ἀπαλλάξαι ζυγῶν· καὶ προσέταξαν οἱ πρὸ τῆς ὑμετέρας μεγαλοφυΐας ταύτας πιστευθέντες τὰς ἡνίας, ἀπολυθῆναι μὲν τοῖς ἀθλίοις πολιτευομένοις τὴν ἄπορον ἰουγατίωνα, ἀντιδοθῆναι δὲ τοῖς Κομητιανοῖς ἰσάριθμα ἕτερα· καὶ οὐδὲ οὕτως ἰσχύουσι πάντα τὸν κανόνα πληροῦν. Ἐγὼ δὲ συγγνώμην αἰτῶ πλείοσι χρησάμενος λόγοις, καὶ τὴν ὑμετέραν ἱκετεύω μεγαλοπρέπειαν ἀπώσασθαι μὲν τὰς κατὰ τῶν ἀθλίων συντελῶν γιγνομένας ψευδηγορίας, στῆσαι δὲ τῇ ταλαιπώρῳ χώρᾳ τὰς συμφοράς, καὶ ἐγεῖραι αὐτὴν κλινομένην, καὶ κλέος ἀείμνηστον ταῖς μετὰ ταῦτα καταλιπεῖν γενεαῖς. Ταῦτα δὲ σὺν ἐμοὶ παρακαλοῦσι καὶ οἱ παρ' ἡμῖν ἅγιοι, καὶ διαφερόντως ὁ ὁσιώτατος καὶ ἁγιώτατος ἄνθρωπος τοῦ Θεοῦ, ὁ κύριος Ἰάκωβος· ὃς τὴν ἡσυχίαν περὶ πλείστου ποιούμενος, ἐπιστέλλειν μὲν οὐκ ἀνέχεται, εὔχεται δὲ ταύτης ἀπολαῦσαι τῆς φιλανθρωπίας τὴν πόλιν, ἣν καὶ γειτονεύων λαμπρύνει καὶ ταῖς εὐχαῖς περιφράττει.