Ancient Greek
Letter 47
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 47
Not analysed yet
ΠΡΟΚΛῼ ΕΠΙΣΚΟΠῼ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Πέρυσι μὲν ἡ ἁγιότης ὑμῶν τοῦ χαλεποῦ κλύδωνος ἠλευθέρωσε τὸν περίβλεπτον Φίλιππον τὸν τῆς ἡμετέρας πρωτεύοντα πόλεως, καὶ γαλήνης διὰ τὴν τῆς σῆς ὁσιότητος ἀπολαύσας κηδεμονίαν, τῶν ὑμετέρων εὐφημιῶν τὰς ἡμετέρας ἐνέπλησεν ἀκοάς. Ἀλλ' ἐκείνην ἅπασαν τὴν σπουδὴν ὁ εὐλαβέστατος ἐπίσκοπος ὁ δεῖνα ἄχρηστον ἀποφῆναι πειρᾶται, τὴν πρὸ δύο καὶ δέκα ἐτῶν πολλάκις γεγενημένην ἐποψίαν τῆς χώρας συκοφαντῶν, καὶ κατηγορίαν ἀναδεξάμενος οὐδὲ τοῖς ἐπιεικέσι τῶν ἀνδραπόδων ἁρμόττουσαν. Ἀλλά σου δέομαι τῆς ἱερᾶς κεφαλῆς, παῦσαι μὲν τὴν ἐκείνου ψευδολογίαν, πεῖσαι δὲ τοὺς ὑπερλάμπρους ὑπάρχους κρατῦναι τὴν ψῆφον, ἣν ἐνδίκως καὶ φιλανθρώπως ἐξήνεγκαν. Τῷ ὄντι γὰρ βαρυτάτην μὲν ἀπογραφὴν ὑπὲρ πάσας τῆς ἐπαρχίας τὰς πόλεις ἡ ἡμετέρα πόλις ἐδέξατο· πάσης δὲ πόλεως κουφισθείσης, μεμένηκεν αὕτη μέχρι καὶ τήμερον ὑπὲρ ἓξ μυριάδων καὶ δισχιλίων εἰσφέρουσα ζυγῶν Ὀψὲ δέ ποτε μόλις πεισθέντες οἱ τὸν ὑψηλὸν ἐκεῖνον θρόνον λαχόντες, ἐπόπτας τῆς χώρας ἀπέστειλαν· καὶ τὴν παρ' ἐκείνων ἐκπεμφθεῖσαν γνῶσιν ἐδέξατο μὲν πρῶτος ὁ τῆς μεγαλοπρεποῦς μνήμης Ἰσίδωρος, ἐβεβαίωσε δὲ ὁ ἐνδοξότατος καὶ φιλόχριστος ὁ κύριος Φλωρέντιος. Ἀκριβέστερον δὲ πᾶσαν τὴν ὑπόθεσιν ἐξετάσας ὁ νῦν ταύτας κατέχων τὰς ἡνίας, καὶ δικαιοσύνῃ τὸν θρόνον κοσμῶν, βασιλικαῖς ταύτην ἐκύρωσε ψήφοις. Ὁ δὲ φιλαλήθης ἀνήρ, διὰ τὴν πρὸς ἕνα δυσμένειαν, τὸν περίβλεπτον λέγω Φίλιππον, τὸν κατὰ τῶν πενήτων ἀνεδέξατο πόλεμον. Οὗ δὴ χάριν τὴν σὴν ἁγιωσύνην ἀντιβολῶ, ἀντιτάξαι τῇ ἀδίκῳ γλώττῃ τὴν δικαίαν σου γλῶτταν, καὶ τῆς ἀληθείας πολεμουμένης ὑπερασπίσαι, καὶ ταύτης μὲν δεῖξαι τὸ ἄμαχον, τοῦ δὲ ψεύδους ἐλέγξαι τὸ μάταιον.