Ancient Greek
Letter 48
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 48
Not analysed yet
ΕΥΣΤΑΘΙῼ ΕΠΙΣΚΟΠῼ ΒΗΡΥΤΟΥ. Δέδεγμαι τὴν κατηγορίαν ἀσμένως, καίτοι διαλῦσαι ῥᾳδίως δυνάμενος τὴν γραφήν. Ἔγραψα γὰρ οὐ τρὶς μόνον, ἀλλὰ καὶ τετράκις. Δυοῖν δὲ θάτερον ὑποπτεύω· ἢ τοὺς τὰ γράμματα κομίζειν ὑπισχνουμένους περὶ τὴν ἀπόδοσιν ἀδικεῖν, ἢ τὴν σὴν θεοσέβειαν δεχομένην, εἶτα πλειόνων ὀριγνωμένην, ῥᾳστώνης καθ' ἡμῶν ὑφαίνειν γραφήν. Ἐμὲ δέ, ὡς ἔφην, οὐκ ἀλγύνει τὸ κατηγόρημα· φίλτρου γὰρ ἐμπύρευμά μοι παραδηλοῖ. Ἔχου τοίνυν τῆς τέχνης, καὶ μὴ παύσῃ γραφόμενος, καὶ τὴν ἐντεῦθεν ἡμῖν πραγματευόμενος ἡδονήν.