Ancient Greek
Letter 51
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 51
Not analysed yet
ΑΓΑΠΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἀξιάγαστα μὲν καὶ αὐτὰ καθ' αὑτὰ τῆς ἀρετῆς τὰ κατορθώματα· ἀξιαγαστότερα δὲ φαίνεται γλώττης ἐπιτυχόντα διηγεῖσθαι λαμπρῶς αὐτὰ δυναμένης. Τούτων οὐδετέρου διήμαρτεν ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ κύριος Θωμᾶς· ἀλλὰ τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας αὐτὸς εἰσενήνοχε πόνους· ἔσχε δὲ καὶ γλῶτταν ἐπαινοῦσαν ἀξίως τοὺς πόνους, τῆς σῆς φιλοθεΐας. Ἡμεῖς δὲ αὐτὸν ἥδιον ἐθεασάμεθα μετὰ τοιαύτης ἀφικόμενον μαρτυρίας· καὶ πρὸς ὀλίγον αὐτοῦ μετασχόντες τῆς συνουσίας, εἰς τὴν ἐγχειρισθεῖσαν προεπέμψαμεν πόλιν.