Ancient Greek
Letter 50
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 50
Not analysed yet
ΓΕΡΟΝΤΙῼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Ζωγραφοῦσι πολλάκις τοὺς τῶν ψυχῶν χαρακτῆρας οἱ λόγοι, καὶ τὰς ἀοράτους ἐκείνων εἰδέας ἀποκαλύπτουσιν· ὥσπερ ἀμέλει καὶ νῦν τῆς σῆς θεοσεβείας τὰ γράμματα τῆς ἱερᾶς σου ψυχῆς παρέδωκε τὴν εὐσέβειαν. Τὸ γὰρ προσμένειν ἐκεῖνο τὸ κριτήριον, καὶ δειμαίνειν, καὶ συνηγόρους περισκοπεῖν, καὶ προϋφαίνειν ἀπολογίαν, κηρύττει σαφῶς τῆς ψυχῆς τὴν περὶ τὰ θεῖα σπουδήν. Ἡμεῖς δὲ νωθεῖς τινες καὶ ὑπνηλοί, καὶ ῥᾳστώνῃ συντεθραμμένοι καὶ πολλῆς προσευχῶν ἐπικουρίας δεόμενοι. Ὄρεξον τοίνυν ταύτας, θεοφιλέστατε, ἵνα διαναστάντες νῦν γοῦν, ἐπιμέλειάν τινα τῆς ψυχῆς ποιησώμεθα.