Ancient Greek
Letter 53
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 53
Not analysed yet
ΣΩΦΡΟΝΙῼ ΕΠΙΣΚΟΠῼ ΚΩΝΣΤΑΝΤΙΝΗΣ. Καὶ τὸ φιλόδωρον καὶ τὸ μεγαλόδωρον τῆς σῆς, θεοφιλέστατε, δεξιᾶς ἐπιστάμενος, προξενῶ σου τῇ ὁσιότητι ποθούμενον κέρδος. Ὥσπερ γὰρ τοὺς περὶ τὰ παρόντα κεχηνότας, οἱ τῆς διὰ χρημάτων θεραπείας δεόμενοι ἀνιῶσιν ὁρώμενοι· οὕτως εὐφραίνουσι τοὺς φιλοτίμους οἱ τοιοῦτοι φαινόμενοι, ἐπειδὴ τῶν ἐπουρανίων πραγμάτων ἐφίενται. Εἷς τοίνυν τῶν ἐκεῖνα προξενούντων ἐστὶν ὁ θεοφιλέστατος ἐπίσκοπος Κυπριανός· ὃς πάλαι μὲν τῶν ἄλλους θεραπευόντων ἐτύγχανεν ὤν, νῦν δὲ τὰς τῆς Λιβύης τραγῳδῶν συμφοράς, εἰς τὰς ἄλλων ἀποβλέπει χεῖρας, καὶ τῶν φιλοθέων ψυχῶν τὴν φιλοτιμίαν προσμένει. Ἀπολαυσάτω τοίνυν καὶ αὐτὸς τῆς σῆς φιλαδελφίας, καὶ μετὰ γραμμάτων πρὸς ἑτέρους προπεμφθήτω λιμένας.