Ancient Greek
Letter 54
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 54
Not analysed yet
ΕΟΡΤΑΣΤΙΚΗ. Αἱ θεῖαι καὶ σωτήριοι πανηγύρεις καὶ τοὺς ἀθυμοῦντας ψυχαγωγοῦσι, καὶ τοὺς εὐθυμοῦντας εὐθυμοτέρους ποιοῦσι· καὶ τοῦτο τῇ πείρᾳ μεμάθηκα. Τοῖς γὰρ τῆς ἀθυμίας βαπτιζόμενος κύμασι, κρείττων τοῦ ῥοθίου γεγένημαι τοὺς τῶν ἑορτῶν ὅρμους ἰδών. Εὐξάσθω τοίνυν ἡ θεοσέβειά σου τέλεόν με τῆς πικρᾶς ταύτης ζάλης ἀπαλλαγῆναι, καὶ παρὰ τοῦ φιλανθρώπου Δεσπότου λήθην τινὰ τῆς ἀχθηδόνος λαβεῖν.