Ancient Greek
Letter 55
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 55
Not analysed yet
ΕΟΡΤΑΣΤΙΚΗ. Χαλεπῶς μὲν ἡμᾶς ἡ ἀθυμία διέθηκεν Φύσιν γὰρ ἀνθρωπείαν, ἀλλ' οὐκ ἀδαμαντίναν ἐλάχομεν. Τῆς δὲ Δεσποτικῆς Ἐπιφανείας ἡ μνήμη φάρμακον ἀλεξίκακόν μοι γεγένηται. Αὐτίκα τοίνυν καὶ γράφω κατὰ τὸν νόμον τῆς ἑορτῆς, καὶ προσφθέγγομαι τὴν ὑμετέραν μεγαλοπρέπειαν, ἣν εὐδοκιμεῖν καὶ διαπρέπειν προσεύχομαι.