Ancient Greek
Letter 57
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 57
Not analysed yet
ΕΥΤΡΕΧΙῼ ΥΠΑΡΧῼ. Δέδωκεν ἡμῖν τῶν ὅλων ὁ Πρύτανις καὶ τοῦτο, τῆς ὑμετέρας μεγαλοφυΐας ἀκοῦσαι τὸ γέρας, καὶ συνησθῆναι μὲν ὑμῖν οὕτω τετιμημένοις, συνησθῆναι δὲ τοῖς ἀρχομένοις ὑπὸ τοιαύτης ἰθυνομένοις πραότητος. Ἐγὼ δὲ ἄδικον ᾠήθην σιγῇ κρύψαι τὴν εὐθυμίαν, καὶ μὴ δηλῶσαι ταύτην τοῖς γράμμασιν. Ὅτι γὰρ θερμοὶ τῆς ὑμετέρας μεγαλοπρεπείας ὑπάρχομεν ἐρασταί, παρ' ὑμῶν τοῦ φίλτρου τὰς ἀμοιβὰς εἰληφότες, πέπεισται πάντως ἡ ὑμετέρα μεγαλοπρέπεια. Ὡς ἐρασταὶ δὲ τοιοῦτοι, τὸν τῶν ἀγαθῶν ἱκετεύομεν χορηγὸν ταῖς παντοδαπαῖς αὑτοῦ δωρεαῖς περικλύζειν ὑμᾶς ἀεί.