Ancient Greek
Letter 58
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 58
Not analysed yet
ΝΟΜῼ ΥΠΑΤῼ. Διχῆ μοι μερίζει τὴν γνώμην ἡ περὶ τοῦ γράψαι τῷ ὑμετέρῳ μεγέθει βουλή. Τῶν μὲν γὰρ ὑμετέρων φρενῶν εἰδὼς ἐξηρτημένα τὰ πράγματα, καὶ τὰς κοινὰς ὑμῖν ἐπικειμένας φροντίδας ὁρῶν, ἄμεινον ἡγοῦμαι σιγᾶν· τὸ εὐρὺ δὲ πάλιν καὶ πολυχώρητον τῆς ὑμετέρας ἐπιστάμενος διανοίας, σιωπᾶν οὐκ ἀνέχομαι, δεδιὼς μὴ ῥᾳστώνης ὀφλήσω γραφήν. Κεντεῖ δέ με καὶ πόθος, ὃν ἡ βραχεῖα γεῦσις τῆς ὑμετέρας ἐνεποίησε θέας. Ἐμφορηθῆναι γάρ με ταύτης ἐστέρησε τῆς τρισμακαρίας ἐκείνης κεφαλῆς ἡ νόσος καὶ τελευτή. Οὗ δὴ χάριν ἐπινοῶ μοι φάρμακον ψυχαγωγίας τὰ γράμματα. Τὸν δὲ τῶν ὅλων ἱκετεύω Δεσπότην, ἰθύνειν ὑμῶν τὸν βίον, καὶ φέρειν ἐξ οὐρίων ἀεί, ἵνα τῆς ὑμετέρας προμηθείας ἀπολαύσωμεν ἅπαντες.