Ancient Greek
Letter 59
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 59
Not analysed yet
ΚΛΑΥΔΙΑΝῼ. Τὰς εἰλικρινεῖς φιλίας οὔτε τοπικὴ διάστασις διαλύειν ἰσχύει, οὔτε χρόνος ἐξιτήλους ἐργάζεται. Τοῖς μὲν γὰρ σώμασι λυμαίνεται, καὶ τὸ μὲν ἄνθος ἀποσυλᾷ, τὸ δὲ γῆρας ἐπάγει· τῆς δέ γε φιλίας αὔξει τὸ ἄνθος, πλείονα προσφέρων τὰ ζώπυρα. Διά τοι τοῦτο κἀγὼ πολλοῖς σταθμοῖς τῆς σῆς μεγαλοπρεπείας ἀφεστηκώς, τὴν προσρητικὴν ταύτην ἐπιστολὴν γράφω, τοῖς τῆς φιλίας δηλονότι νυττόμενος κέντροις. Κομίζει δὲ ταύτην Πατρώϊνος ὁ δρακωνάριος, ἀνὴρ αἰδοῦς ἀξιώτατος διὰ τὴν τῆς ψυχῆς ἀρετήν· τοὺς γὰρ θείους νόμους μετὰ πολλῆς φυλάττειν προθυμίας ἐπείγεται. Μηνῦσαι τοίνυν ἡμῖν δι' αὐτοῦ, θαυμασιώτατε, καταξίωσον τὴν ἀξιάγαστον ἡμῖν τοῦ σοῦ μεγέθους ὑγείαν, καὶ τὸ τριπόθητον τῆς ὑποσχέσεως πέρας.