Ancient Greek
Letter 61
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 61
Not analysed yet
ΑΡΧΙΒΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐκ ἠμέλησα τὰς δύο πρώην δεξάμενος τῆς σῆς θεοσεβείας ἐπιστολάς, ἀλλ' ἐπέστειλα παραυτίκα, καὶ τῷ θεοφιλεστάτῳ πρεσβυτέρῳ Εὐσεβίῳ τὰ γράμματα δέδωκα. Μελλήσεως δὲ γενομένης τινός, τὸ παρὸν νῦν ἀνεβάλετο. Ἡ γὰρ ὥρα λοιπὸν εἴσω τῶν λιμένων κατεῖχε τὰ σκάφη, τοῦ πελάγους ὑποδεικνῦσα τὴν ζάλην, καὶ ναύτας καὶ κυβερνήτας διαναπαύουσα. Ἐκτίνω τοίνυν τόδε ἐπὶ τοῦ παρόντος τὸ χρέος, οὐχ ἵνα μὴ ὀφείλω, ἀλλ' ἵνα τὸ χρέος αὐξήσω, Τοῦτο γὰρ τὸ ὄφλημα πολλαπλάσιον ἐκτιννύμενον γίνεται. Οἱ γὰρ φυλάττειν ἐσπουδακότες τῆς φιλίας τοὺς νόμους, ἐρεθίζουσι τὸ φίλτρον, καὶ θερμότερον ἀπεργάζονται, καὶ τὸν σπινθῆρα ποιοῦσι πυρσόν· ὑπὸ δὲ τούτου πυρπολούμενοι, νικᾶν ἀλλήλους τῷ πόθῳ φιλοτιμοῦνται. Δέξαι τοίνυν τὴν ἀπολογίαν, ὦ σεβασμία μοι κεφαλή, καὶ δὸς τὴν συγγνώμην, καὶ πέμψον ἡμῖν ἐπιστολήν, τὴν σὴν ὑγείαν μηνύουσαν.