Ancient Greek
Letter 62
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 62
Not analysed yet
ΙΩΑΝΝῌ ΠΡΕΣΒΥΤΕΡῼ. Τὸ Λάθε βιώσας, εἴρηκε μέν τις τῶν πάλαι καλουμένων σοφῶν. Ἐγὼ δὲ τὴν γνώμην ἐπαινέσας, ἐβουλήθην ἔργῳ βεβαιῶσαι τὸν λόγον. Οὐδὲν γὰρ ἀπεικὸς ᾠήθην ποιεῖν καὶ παρὰ τῶν ἄλλων συλλέγων τὸ χρήσιμον. Καὶ γὰρ τὰς μελίττας φασὶν οὐκ ἀπὸ τῶν ἐδωδίμων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πικρῶν βοτανῶν, καὶ τὰ κηρία συλλέγειν καὶ τὴν γλυκεῖαν δρόσον ἀρύεσθαι. Εἶδον δὲ ἔγωγε καὶ πέτραις ἀγόνοις ἐνιζανούσας καὶ τὴν νοτίδα τὴν ὀλίγην ἀνιμωμένας. Πολλῷ δὲ δήπουθεν δικαιότερον τοὺς τῷ λόγῳ τετιμημένους πάντοθεν καρποῦσθαι τὴν ὠφέλειαν. Ἐγὼ μὲν οὖν, ὡς ἔφην, πειρῶμαι λανθάνειν καὶ πάντων μάλιστα τὴν ἡσυχίαν ἀσπάζομαι. Ἐπανελθὼν δὲ πρώην ἀπὸ τῆς ὑμετέρας ὁ θεοσεβέστατος πρεσβύτερος Εὐσέβιος, ἀπήγγειλε συνουσίαν ὑμῖν τινα γεγενῆσθαι, καὶ μεταξὺ λόγου τινὸς καὶ τὴν περὶ ἡμῶν κινηθῆναι, καὶ τὴν σὴν θεοσέβειαν εὐφήμως τῆς ἐμῆς μνησθῆναι σμικρότητος. Ἐγὼ δὲ ἄγνωμον ᾠήθην, καὶ λίαν ἄδικον, τὸν εὖ καὶ καλῶς μεμνημένον μὴ τοῖς ἴσοις ἀμείψασθαι. Εἰ γὰρ καὶ μηδὲν ἄξιον εὐφημίας εἰργάσμεθα, ἀλλ' οὖν τῶν οὕτως ἐπαινούντων θαυμάζομεν τὸν σκοπόν. Ἀγάπης γὰρ ὁ τοιοῦτος ἔπαινος ἔκγονος. Προσφθέγγομαι τοίνυν τὴν σὴν θεοσέβειαν, διακόνῳ χρώμενος τῶν γραμμάτων ἐκείνῳ, ὃς καὶ τοὺς ἀγράφους σου λόγους, οὓς περὶ ἡμῶν διεξῆλθες, πρώην ἡμῖν κεκόμικε. Δεξάμενος τοίνυν, θεοφιλέστατε, τὴν ἐπιστολήν, ἄμειψαι τὰ γράμματα γράμμασιν. Ἦρξας μὲν γὰρ λόγων αὐτός, ἐγὼ δὲ γραμμάτων· καὶ ἠμειψάμην γράμμασι τοὺς λόγους. Λείπεται τοίνυν σε τὰ γράμματα γράμμασιν.