Ancient Greek
Letter 74
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 74
Not analysed yet
ΟΥΡΒΑΝῼ. Δέδωκεν ἡμῖν ὁ μεγαλόδωρος Δεσπότης καὶ ταύτης πάλιν ἀπολαῦσαι τῆς ἑορτῆς, καὶ τὴν ἑορταστικὴν πρόσρησιν πέμψαι τῇ μεγαλοπρεπείᾳ τῇ σῇ· ἣν ὑγιαίνειν τε καὶ διαλάμπειν εὐχόμεθα, καὶ τῆς ἀρρήτου καὶ θεοσδότου μεταλαχεῖν δωρεᾶς, ἣ τῶν ἐλπιζομένων ἀγαθῶν τοῖς προσιοῦσι τὰ σπέρματα χορηγεῖ, καὶ τῆς τέλος οὐ δεξομένης ζωῆς τε καὶ βασιλείας τὰ σύμβολα δίδωσιν. Ταῦτα τὸν φιλάνθρωπον Δεσπότην ἀντιβολοῦμεν τῷ σῷ μεγέθει δωρήσασθαι· πεφύκασι γὰρ οἱ φιλοῦντες τὰ ἀγαθὰ τοῖς φίλοις αἰτεῖν.