Ancient Greek
Letter 75
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 75
Not analysed yet
ΤΟΙΣ ΚΛΗΡΙΚΟΙΣ ΒΕΡΟΙΑΣ. Ἔγνων ὡς εἰκότως περὶ τὴν ὑμετέραν διάκειμαι θεοσέβειαν. Πέπεικε γάρ με τῆς εὐλαβείας ὑμῶν τὰ γράμματα, ὡς ἀγαπῶν ἀνταγαπῶμαι. Πολλὰς δὲ ἔχω τῆς περὶ ὑμῶν ἀγάπης τὰς ἀφορμάς. Πρῶτον μὲν, τὸ τὸν ὑμέτερον πατέρα, τὸν μέγαν ἐκεῖνον καὶ ἀποστολικὸν ἄνδρα, καὶ ἐμὸν γεγενῆσθαι πατέρα. Δεύτερον δέ, τὸ καὶ τὸν θεοσεβέστατον ἐπίσκοπον, τὸν νῦν τὴν ὑμετέραν Ἐκκλησίαν ἰθύνοντα, ὁμόψυχον ἔχειν καὶ γνήσιον ἀδελφόν. Τρίτον, τῶν πόλεων τὸ γειτόνημα. Τέταρτον, τὸ θαμὰ πρὸς ἀλλήλους ἡμᾶς φοιτᾶν. Ἱκανὸν δὲ τοῦτο καὶ τεκεῖν φιλίαν, καὶ τεχθεῖσαν αὐξῆσαι. Εἰ δὲ βούλεσθε, καὶ πέμπτην ἐρῶ· ἣν παρέχει συνάφειαν γλῶττα πρὸς ἀκοὴν—ἡ μὲν γὰρ προφέρει τοὺς λόγους, ἡ δὲ δέχεται τούτους—, ταύτην καὶ ἡμεῖς ἔχομεν πρὸς ὑμᾶς. Καὶ γὰρ ὑμεῖς ἥδιστα τῶν ἡμετέρων ἐπακούετε λόγων, κἀγὼ τὴν λιβάδα μου τὴν σμικρὰν ἀσπασίως εἰς ὑμᾶς ἀναλίσκω. Ὁ δὲ κολοφῶν τῆς ἑνώσεως, ἡ συμφωνία τῆς πίστεως· τὸ μηδὲν τῶν νόθων εἰσδέξασθαι δογμάτων, ἀλλὰ τὴν παλαιὰν ἐκείνην καὶ ἀποστολικὴν φυλάττειν διδασκαλίαν, ἣν ἡ σεβασμία ὑμῖν προσενήνοχε πολιά, ἣν ἀρετῆς ἱδρῶτες ἐξέθρεψαν. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν θεοσέβειαν νῦν πλείονα τῆς ποίμνης ποιήσασθαι προμήθειαν, καὶ φυλάξαι τῷ ποιμένι ταύτην ἀλώβητον, καὶ μετὰ παρρησίας εἰπεῖν τὸν ἀξιέπαινον τοῦ πατριάρχου λόγον· Θηριάλωτον οὐκ ἐνήνοχά σοι.