Ancient Greek
Letter 90
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 90
Not analysed yet
ΛΟΥΠΙΚΙΝῼ ΜΑΓΙΣΤΡῼ. Τοὺς τῆς νεότητος διεξελθόντες ἀγῶνας καὶ τῶν τοῦ γήρως ὅρων εἴσω γενόμενοι καὶ πλείονος τιμῆς ὡς γεγηρακότες ἀπολαύσεσθαι προσδοκήσαντες, τοῖς τῆς συκοφαντίας βαλλόμεθα βέλεσι, καὶ πρὸς τὰς γεγενημένας κατηγορίας ἀπολογίαν προσφέρειν ἀναγκαζόμεθα· οὗ δὴ χάριν καὶ τὴν ὑμετέραν παρακαλοῦμεν μεγαλοπρέπειαν ταῖς τῶν κατηγορούντων ἡμᾶς μὴ πιστεῦσαι ψευδολογίαις. Εἰ μὲν γὰρ τῶν σιωπὴν ἀσπαζομένων ἐτύγχανον, ἴσως ἂν εἶχε χώραν τῆς κακοδοξίας ἡ ὑποψία. Ἐπειδὴ δὲ διηνεκῶς ἐν ταῖς Ἐκκλησίαις διαλεγόμεθα, πολλὰς διὰ τὴν θείαν χάριν ἔχομεν μυριάδας τῇ τῶν δογμάτων ὀρθότητι μαρτυρούσας. Τοῖς γὰρ ἀποστολικοῖς ὅροις καὶ νόμοις ἀκολουθοῦμεν, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, οἷόν τινα κανόνα καὶ γνώμονα τοῖς λόγοις προσφέροντες, τὴν διδασκαλίαν εὐθύνομεν. Εἰ δέ τις ἕτερά τινα παρὰ ταῦτα φρονεῖν ἡμᾶς ἰσχυρίζεται, παρόντων κατηγορείτω, μὴ ἀπόντας συκοφαντείτω. Δίκαιον γὰρ λόγων μεταλαχεῖν καὶ τὸν φεύγοντα καὶ πρὸς τὴν γεγενημένην κατηγορίαν τὴν ἀπολογίαν ποιήσασθαι, καὶ τηνικαῦτα τοὺς δικάζοντας κατὰ τοὺς νόμους τὴν ψῆφον ἐξενεγκεῖν. Τούτων ἀπολαῦσαι κἀγὼ διὰ τῆς ὑμετέρας μεγαλοπρεπείας παρακαλῶ. Εἰ δ' ἐρήμην τινὲς ἡμῶν καταψηφίσασθαι βούλονται, ἀσπαστῶς καὶ τὴν ἄδικον δεχόμεθα ψῆφον. Ἀναμένομεν γὰρ τὸ τοῦ Δεσπότου κριτήριον, ἔνθα οὔτε μαρτύρων, οὔτε κατηγόρων δεόμεθα. Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ κατὰ τὸν θεῖον Ἀπόστολον.