Ancient Greek
Letter 91
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 91
Not analysed yet
ΕΥΤΡΕΧΙῼ ΥΠΑΡΧῼ. Τὴν περὶ ἡμᾶς διάθεσιν τῆς ὑμετέρας μεγαλοπρεπείας οἶδα σαφῶς καὶ λόγων οὐ δέομαι ταύτην με διδασκόντων. Σαφέστερον γὰρ διδάσκει τῶν λόγων τὰ πράγματα. Τῆς δὲ γεγενημένης εἰς ἡμᾶς ἀδικίας ἐβουλόμην τὴν αἰτίαν μαθεῖν. Καινότατον γὰρ ὑπομένομεν πρᾶγμα, κατὰ ταὐτὸν ἄγαμοι καὶ δίγαμοι πολεμούμενοι. Εἰ δὲ οἱ νῦν τὰς καθ' ἡμῶν συκοφαντίας ὑφήναντες παραχαράττειν ἡμᾶς τὴν εὐαγγελικὴν διδασκαλίαν φασίν, τί δήποτε μὴ παρόντας ἐλέγχουσιν, ἀλλ' ἀπόντων κατηγοροῦσι; Τοῦτο γὰρ αὐτῶν μάλιστα διελέγχει τὸ ψεῦδος. Εἰδότες γὰρ ὡς πολλὰς ἕξομεν μυριάδας, τοῖς ἀποστολικοῖς ἡμῶν δόγμασι μαρτυρούσας, ἐρήμην ἐποιήσαντο τὴν γραφήν. Ἀλλὰ χρὴ τοὺς ἐννόμως δικάζοντας τῷ κατηγορουμένῳ θατέραν ταῖν ἀκοαῖν ἀκεραίαν φυλάξαι. Εἰ δὲ τοῖς τῶν ἀντιδίκων λόγοις ἑκατέραν προσφέρουσι καὶ τὴν ἐκείνοις δοκοῦσαν ἐκφέρουσι ψῆφον, στέρξομεν τὴν ἀδικίαν, ὡς τῆς τῶν οὐρανῶν πρόξενον βασιλείας· καὶ τὸ ἀκλινὲς ἐκεῖνο δικαστήριον προσμενοῦμεν, ἔνθα οὔτε κατήγορος, οὔτε συνήγορος, οὔτε μάρτυς, οὔτε ἀξιωμάτων διαφορά, ἀλλ' ἔργων καὶ λόγων κρίσις, καὶ ἡ κατ' ἀξίαν ἀντίδοσις. Πάντες γάρ, φησί, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε κακόν.