Ancient Greek
Letter 100
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 100
Not analysed yet
ΑΛΕΞΑΝΔΡᾼ. Ἐδεξάμην πρώην τῆς ὑμετέρας σεμνοπρεπείας τὰ γράμματα, καὶ μαθὼν τὴν γεγενημένην ὑμῖν ὑπὲρ ἡμῶν σπουδήν, χάριν ὡμολόγησα, καὶ τὸν τῶν ὅλων Δεσπότην ἱκέτευσα καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι καὶ ταῖς προσθήκαις αὐξῆσαι καὶ τῶν μελλόντων καὶ αἰωνίων χαρίσασθαι τὴν ἀπόλαυσιν. Πιστεύομεν δὲ αὐτὸν καὶ τῶν περιωρισμένων ἀκούειν, μᾶλλον δὲ πολλῷ πλέον τούτων, ἐπειδὴ διὰ τὴν θείαν αὐτοῦ διδασκαλίαν τὴν δοκοῦσαν ὑπομένουσιν αἰτίαν. Ταῦτα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων γράφω, παρακαλῶν τῆς ὑμετέρας αὐτοὺς ἀπολαῦσαι κηδεμονίας. Τῆς γὰρ εὐαγγελικῆς ἕνεκα πίστεως καὶ τῆς τῶν Ἐκκλησιῶν χάριν εἰρήνης τὴν μακρὰν ταύτην ἀποδημίαν εἵλοντο.