Ancient Greek
Letter 101
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 101
Not analysed yet
ΚΕΛΕΡΙΝῌ ΔΙΑΚΟΝῼ. Ἐξήφθη πάλιν ὁ καθ' ἡμῶν πόλεμος καὶ σμικρὸν ἐνδοὺς ὁ τῶν ἀνθρώπων ἀλάστωρ πάλιν ὥπλικεν καθ' ἡμῶν τοὺς τῷ ψεύδει συντεθραμμένους. Οἳ προφανῶς ἡμᾶς συκοφαντοῦντες εἰς δύο λέγουσι μερίζειν ἡμᾶς υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ θεότητος μὲν καὶ ἀνθρωπότητος τὸ διάφορον ἐπιστάμεθα· ἕνα δὲ ὁμολογοῦμεν Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Καὶ αὐτὸν εἶναί φαμεν Θεὸν προαιώνιον καὶ ἄνθρωπον ἐπ' ἐσχάτου τῶν ἡμερῶν γενόμενον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλὰ τῇ προσλήψει τῆς ἀνθρωπότητος. Ἀλλὰ γὰρ περιττὸν ποιῶ τὴν σὴν διδάσκων φιλοθεΐαν ἅπερ φρονῶ, τὴν ἀκριβῶς εἰδυῖαν ἅπερ κηρύττομεν καὶ τοὺς ἀγνοοῦντας διδάσκομεν. Παρακαλῶ τοίνυν, ἐπειδὴ πάντων ὁμοῦ τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων κατέχεαν τὴν λοιδορίαν οἱ τοῦ ψεύδους ἐργάται καὶ τὰς Ἐκκλησίας ζάλης ἐνέπλησαν, τὴν δυνατὴν ὑπὲρ τῶν εὐαγγελικῶν δογμάτων καὶ τῆς τῶν Ἐκκλησιῶν εἰρήνης εἰσενεγκεῖν σπουδὴν τὴν σὴν θεοσέβειαν. Διὰ γὰρ δὴ ταῦτα καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ τὰς ὑπ' αὐτῶν ποιμαινομένας κατέλιπον Ἐκκλησίας καὶ τῆς τοῦ χειμῶνος κατεφρόνησαν ὥρας καὶ τῶν τῆς ὁδοιπορίας ἠνέσχοντο πόνων, ἵνα τὸν ἐπαναστάντα καταπαύσωσι χειμῶνα. Οὓς εὖ οἶδ' ὅτι ὄψεταί σου ἡ κατὰ Θεὸν τελειότης εὐσεβείας προμάχους καὶ τῶν Ἐκκλησιῶν κυβερνήτας.