Ancient Greek
Letter 103
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 103
Not analysed yet
ΑΠΟΛΛΩΝΙῼ ΚΟΜΗΤΙ. Τοὺς μὲν θεοφιλεστάτους ἐπισκόπους εἰς τὴν βασιλεύουσαν εἵλκυσε πόλιν ἡ κατὰ πάντων ἡμῶν γεγενημένη συκοφαντία· ἐγὼ δὲ διὰ τῆς αὐτῶν ὁσιότητος τῇ σῇ μεγαλοπρεπείᾳ προσφέρω τὴν πρόσρησιν καὶ τῆς φιλίας ἐκτίνω τὸ χρέος· οὐχ ἵνα τὸ τριπόθητον ὄφλημα διαλύσω, ἀλλ' ἵνα πλέον ἐργάσωμαι. Τὰ γὰρ τῆς φιλίας ὀφλήματα διὰ τῆς ἐκτίσεως αὔξεται. Τὸ μέντοι καὶ ἡμᾶς τῶν τῆς συκοφαντίας ἀπολαῦσαι καρπῶν, οὐδὲν ἀπεικός. Ἄνθρωπον γὰρ ὄντα πάντα δεῖ προσδοκᾶν. Τούτου δὴ χάριν τοῖς φιλοσοφεῖν δεδιδαγμένοις τὰ τοιαῦτα πάντα ἐστὶ φορητά· ἓν δὲ μόνον ἀνιαρόν, τὸ λώβης τινὸς μεταλαχεῖν τὴν ψυχήν.