Ancient Greek
Letter 102
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 102
Not analysed yet
ΒΑΣΙΛΕΙῼ ΕΠΙΣΚΟΠῼ. Τὸ μὲν τοὺς ἀγνοοῦντας ἡμᾶς σιγῇ τῶν καθ' ἡμῶν ἀκούειν λοιδοριῶν, οὐδὲν ἀπεικός· τὸ δὲ τὴν σὴν ὁσιότητα τῶν λοιδορουμένων μὴ διελέγχειν τὸ ψεῦδος ἢ μετρίως τοῦτο ποιεῖν καὶ μὴ λίαν ἐκθύμως, οὐκ ἄν τις πιστεύσοι, τὴν ἡμετέραν συνήθειαν ἐπιστάμενος. Οὐκ ἐπειδὴ τῆς ἀληθείας δεῖ τὴν φιλίαν προκρίνειν, ἀλλ' ὅτι τῇ φιλίᾳ καὶ ἡ τῆς ἀληθείας πρόσεστι μαρτυρία. Καὶ γὰρ ἐπ' ἐκκλησίας λεγόντων ἡμῶν πολλάκις ἀκήκοεν ἡ σὴ θεοσέβεια, καὶ ἐν συλλόγοις ἑτέροις δογματικῶν ἡμῖν κινηθέντων λόγων, τοὺς παρ' ἡμῶν εἰρημένους ἐπήκουσε· καὶ οὐκ οἶδα πώποτε μεμψαμένην ἡμῖν, ὡς οὐκ ὀρθοῖς δόγμασι κέχρημαι, τὴν σὴν θεοσέβειαν. Τί τοίνυν ἐπὶ τοῦ παρόντος γεγένηται; Τί δήποτε μὴ κινεῖς, ὦ φίλη κεφαλή, κατὰ τοῦ ψεύδους τὴν γλῶτταν, ἀλλὰ καὶ φίλον συκοφαντούμενον καὶ τὴν ἀλήθειαν πολεμουμένην ὑπερορᾷς; Εἰ μὲν ὡς ἀπόρων καὶ λίαν σμικρῶν ἀμελῶν, τῆς Δεσποτικῆς ἐντολῆς ἐπακοῦσαι προσήκει διαρρήδην βοώσης· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ. Ἀμὴν γὰρ λέγω ὑμῖν, οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Εἰ δὲ τῶν κατηγορούντων ἡμᾶς ἡ δύναμις τῇ σῇ φιλοθεΐᾳ τὴν σιωπὴν πραγματεύεται, χρὴ τῆς ἑτέρας ἀκοῦσαι νομοθεσίας λεγούσης· Οὐ λήψῃ πρόσωπον δυνάστου. Καί· Δικαίαν κρίσιν κρίνατε. Καί· Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ. Καί· Καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα μὴ ἴδῃ ἀδικίαν· καὶ κλείων τὰ ὦτα αὐτοῦ, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος ἀδίκου. Καὶ ἕτερα δὲ μυρία τοιαῦτά ἐστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Ἃ περιττὸν ὑπέλαβον συλλέξαι πρὸς ἄνδρα γράφων τοῖς θείοις ἐντεθραμμένον λογίοις καὶ τὴν διδασκαλικὴν ἀρδείαν προσφέροντα τοῖς φιλοχρίστοις λαοῖς. Τοῦτο τοίνυν μόνον ἐρῶ, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καὶ τῶν λόγων καὶ τῶν ἔργων τὰς εὐθύνας ὑφέξομεν. Ἐγὼ δὲ τῶν ἄλλων ἕνεκα πάντων τοῦτο δεδιὼς τὸ κριτήριον, ἐν τοῖς καθ' ἡμῶν λεγομένοις ἐκ τῆς τούτου μνήμης λαμβάνω τῆς ψυχαγωγίας τὰς ἀφορμάς.