Ancient Greek
Letter 105
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 105
Not analysed yet
ΕΥΛΟΓΙῼ ΟΙΚΟΝΟΜῼ. Τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας τῆς σῆς φιλοθεΐας παρὰ πολλῶν μεμαθήκαμεν. Δίκαιον δὲ καὶ τῷ διὰ ταύτην συκοφαντουμένῳ προθύμως συνηγορεῖν καὶ διελέγχειν τῶν λοιδορουμένων τὸ ψεῦδος. Ἀκριβῶς γὰρ οἶσθα, θεοφιλέστατε, καὶ τίνα φρονοῦμεν, καὶ τίνα διδάσκομεν, καὶ ὅτι δύο κηρυττόντων υἱοὺς οὐδεὶς ἡμῶν ἀκήκοε πώποτε. Χρησάσθω τοίνυν ἡ σὴ θεοσέβεια κἀνταῦθα τῷ ζήλῳ καὶ ἐμφραξάτω στόματα λαλούντων ἄδικα. Ἐν γὰρ τοῖς τοιούτοις ἀγῶσιν οὐ μόνον προσήκει τῶν φίλων, ἀλλὰ καὶ τῶν λελυπηκότων ὑπερμαχεῖν.