Ancient Greek
Letter 106
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 106
Not analysed yet
ΑΒΡΑΑΜῼ ΟΙΚΟΝΟΜῼ. Καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσφθέγγομαί σου τὴν θεοσέβειαν, καὶ παρακαλῶ τῆς τῶν Ἐκκλησιῶν φροντίσαι γαλήνης καὶ τῆς συκοφαντίας διαλῦσαι τὰ κύματα· Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει, κατὰ τὸν θεῖον Ἀπόστολον. Ὁ τοίνυν τῶν ἀποστολικῶν ὑπερμαχῶν δογμάτων, δῆλον ὅτι τὴν ἀποστολικὴν εὐλογίαν τρυγήσει καὶ τῆς ἐκείνων ἀπολαύσεται κοινωνίας.