Ancient Greek
Letter 107
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 107
Not analysed yet
ΘΕΟΔΟΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐκ ἔλαθον οἱ τῆς σῆς φιλοθεΐας ἀγῶνες, οὓς ὑπὲρ τῶν ἀποστολικῶν ἀνεδέξω δογμάτων· ἀλλ' ᾄδουσι τούτους οὐ μόνον οἱ πείρᾳ μεμαθηκότες, ἀλλὰ καὶ οἱ παρὰ τούτων ἀκηκοότες. Ἔχου τοίνυν, ὦ φίλη κεφαλή, τῶν ἀγώνων καὶ τῶν πατρῴων ὑπεράθλησον δογμάτων. Ὑπὲρ ὧν καὶ ἡμεῖς πολλαχόθεν βαλλόμεθα, καὶ τὰς τρικυμίας δεχόμενοι τὸν Κυβερνήτην ἀντιβολοῦμεν ἢ νεῦσαι καὶ τὸν κλύδωνα λῦσαι, ἢ τοῖς κλυδωνιζομένοις ἀνδρίαν χαρίσασθαι.