Ancient Greek
Letter 114
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 114
Not analysed yet
ΑΝΔΙΒΕΡΙ. Ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος κοσμεῖται μὲν τῇ τῆς ἱερωσύνης ἀξίᾳ, κοσμεῖται δὲ καὶ τῇ τῶν σωμάτων λογικῇ θεραπείᾳ. Συχνὸν δὲ παρ' ἡμῖν οἰχήσας χρόνον, εἷλεν ἅπαντας τῇ τῶν ἠθῶν εὐαρμοστίᾳ. Οὗτος νῦν τὴν Κύρρον καταλιπεῖν ἐδοκίμασε, τὴν ἐμὴν ἐκδημίαν μεμαθηκώς. Οὗ δὴ χάριν αὐτὸν τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ συνίστημι καὶ παρακαλῶ τῆς ὑμετέρας αὐτὸν προμηθείας τυχεῖν, χρήσιμον αὐτὸν τῇ πόλει γενέσθαι δυνάμενον. Τὴν γὰρ Ἀλεξάνδρειαν οἰκήσας τὴν τοιαύτην ἤσκησε τέχνην.