Ancient Greek
Letter 115
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 115
Not analysed yet
ΑΠΕΛΛῌ. Τὴν Κύρρον ἰθύνειν λαχὼν τὰς ἀναγκαίας αὐτῇ πάντοθεν ἐπόρισα τέχνας· πρὸς δὲ τούτοις καὶ τοὺς τῆς ἰατρικῆς ἐπιστήμονας οἰκῆσαι ταύτην προέτρεψα. Εἷς τούτων ἐστὶν ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος, λογικῶς μὲν μεταχειρίζων τὴν τέχνην, κοσμῶν δὲ ταύτην τοῖς ἤθεσιν. Ἀλλὰ νῦν ἐκδημούντων ἡμῶν πολλοὶ μὲν καὶ ἄλλοι ταύτην ἀπέλιπον, ἐκδημῆσαι δὲ καὶ αὐτὸς ἐδοκίμασε. Διά τοι τοῦτο τὴν σὴν παρακαλῶ μεγαλοπρέπειαν κηδεμονίας αὐτὸν ἀξιῶσαι. Ἱκανὸς γάρ ἐστιν ἐπικουρῆσαι τοῖς κάμνουσι καὶ πολεμῆσαι ταῖς νόσοις.