Ancient Greek
Letter 133
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 133
Not analysed yet
ΙΒᾼ ΕΠΙΣΚΟΠῼ ΕΔΕΣΗΣ. Τοὺς ἀδικουμένους οὐκ ἀθυμεῖν, ἀλλὰ χαίρειν ὁ Δεσπότης προσέταξεν, καὶ ἐκ τῶν παλαιῶν ἕλκειν παραδειγμάτων τῆς ψυχαγωγίας τὰς ἀφορμάς. Ἐκ γὰρ τῶν πρῶτον φύντων ἀνθρώπων μέχρι τοῦ παρόντος καιροῦ, τοὺς τὸν ὅλων ἐσπουδακότας σέβειν Θεὸν ἔστιν εὑρεῖν παρὰ τῶν συμβεβιωκότων ἀνθρώπων ἠδικημένους, καὶ πλείστοις ἄγαν περιπεπτωκότας ἀνιαροῖς. Καὶ τούτων ἂν τὸν κατάλογον ἅπαντα διεξῆλθον, εἴπερ ἐπέστελλον ἀνδρὶ τὴν θείαν ἀκριβῶς οὐκ ἐπισταμένῳ Γραφήν. Ἐπειδὴ δὲ παιδόθεν τοῖς θείοις ἐνετράφης λογίοις, θεοφιλέστατε, παρέλκον οἶμαι τοῦτο ποιεῖν. Εἰς ἐκείνους δὲ μόνον ἀφορᾶν ἀξιῶ, καὶ τῶν φιλανθρωποτάτων ἱερέων τοὺς μὲν ἠδικηκότας θρηνεῖν, τοὺς δὲ παρορῶντας ἐλεεῖν, καὶ τὸν μὲν τῆς Ἐκκλησίας ὀδύρεσθαι κλύδωνα· ὅτι δὲ τῶν ὑπὲρ τῆς εὐσεβείας παθημάτων μετέσχομεν, χαίρειν καὶ γάννυσθαι, καὶ τὸν ταύτης ἡμᾶς τῆς μερίδος πεποιηκότα διηνεκῶς ἀνυμνεῖν. Παραχωρήσωμεν τοῖς ἀπεκτονόσι καὶ τιμῆς, καὶ τρυφῆς, καὶ προεδρίας, καὶ τῆς δυστήνου δόξης. Μόνον δὲ ἡμεῖς τῶν εὐαγγελικῶν δογμάτων ἐχώμεθα, καὶ μετ' ἐκείνων ἂν δέῃ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπομένωμεν, καὶ τὴν ἀξιόκτητον πενίαν τοῦ πολυφρόντιδος προτιμήσωμεν πλούτου. Ταῦτα δὲ γράφω, οὐ παραίνεσιν εἰσφέρων—ἔγνων γάρ σου τῆς ὁσιότητος τὴν ἐν τοῖς ἀλγεινοῖς παρρησίαν—, ἀλλὰ τὴν ἐμαυτοῦ γνώμην δήλην τῇ σῇ φιλοθεΐᾳ ποιῶν, καὶ διδάσκων ὡς ἔχεις, δεσπότα, συναγωνιστὰς ἀσμένως τῆς ἀληθείας προκινδυνεύοντας. Τοῦτο πάλαι βουληθεὶς ἐπιστεῖλαι, οὐχ εὗρον τὸν κομιοῦντα τὰ γράμματα. Ἐπιτυχὼν δὲ νῦν τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου Ὀζέου, ἀνδρὸς καὶ τῆς θεοσεβείας ὑπερμαχοῦντος καὶ τῆς σῆς ἐξηρτημένου εὐσεβείας, καὶ γράφω, καὶ περιπτύσσομαί σου τὴν ὁσιότητα, καὶ παρακαλῶ ταῖς προσευχαῖς ἡμᾶς ὑπερείδειν, καὶ στηρίζειν τοῖς γράμμασιν.