Ancient Greek
Letter 134
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 134
Not analysed yet
ΙΩΑΝΝῌ ΕΠΙΣΚΟΠῼ ΓΕΡΜΑΝΙΚΕΙΑΣ. Ὅτι μὲν οὐκ ἀμνημονεῖς, δέσποτα, τῆς ἡμετέρας φιλίας, καὶ ᾔδειν, καὶ οἶδα σαφῶς. Ἐβουλόμην δὲ ὅμως καὶ ηὐχόμην, τὴν μὲν σὴν θεοσέβειαν τῆς ἀκριβείας φροντίσαι, καὶ φυγεῖν τῶν τὴν εὐσέβειαν προδεδωκότων τὴν κοινωνίαν, ἀναθεῖναι δὲ τῷ Κηδεμόνι τῶν ὅλων τὴν ὑπὲρ ἡμῶν καὶ ὑμῶν φροντίδα. Καὶ γὰρ σιγώντων ἡμῶν καὶ ἡσυχίαν ἀγόντων τάς τε πικροτάτας καὶ ὠμοτάτας διέλυσε τιμωρίας, καὶ ἀντὶ τοῦ χαλεποῦ κλύδωνος τὴν λευκὴν ταύτην παρέσχεν γαλήνην. Καὶ ταύτης δὲ ἡμῖν παρὰ τοῦ φιλανθρώπου παρασχεθείσης Δεσπότου, τὴν ἡσυχίαν ἀξιεραστοτάτην νομίζομεν. Πεῖσαι μὲν γὰρ τοὺς ταῖς καθ' ἡμῶν ὑπαχθέντας συκοφαντίαις ἀναγκαῖον ὑπολαμβάνομεν, καὶ δεῖξαι μὲν τὴν τῶν εὐαγγελικῶν δογμάτων ἀλήθειαν, διελέγξαι δὲ τὸ κατ' αὐτῶν στρατευσάμενον ψεῦδος. Μετὰ μέντοι τοὺς ἐλέγχους, καὶ τῆς ἀληθείας τὸ κράτος, φυγεῖν ἡμῖν πρόκειται τὴν τῶν κοινῶν ἐπιμέλειαν, καὶ πρὸς τὴν τριπόθητον ἡμῖν ἡσυχίαν παλινδρομῆσαι. Περὶ δέ γε τῶν τῆς ἀληθείας ἐχθρῶν μετὰ τοῦ Προφήτου βοῶμεν· Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχου, καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. Περὶ δέ γε ἡμῶν αὐτῶν ἐκεῖνο ψάλλομεν· Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέν με· προσελάβετό με ἐξ ὑδάτων πολλῶν, καὶ ἐρρύσατό με ἐξ ἐχθρῶν μου δυνατῶν. Ταῦτα δὲ νῦν γράφω δύο τῆς σῆς θεοσεβείας δεξάμενος ἐπιστολάς· τὴν μὲν δι' Ἀναστασίου τοῦ Βεροιαίου πρεσβυτέρου, τὴν δὲ διὰ Θεοδότου τοῦ δρακωναρίου. Τὴν γὰρ ἄλλην οὐδεὶς ἡμῖν ἀπέδωκε, περὶ ἧς ἐν τοῖς τελευταίοις δεδήλωκας γράμμασι. Περὶ δὲ τῆς αὐτόσε πορείας οὐδὲν γράψαι δύναμαι, πρὶν ἂν γνῶ τί περὶ ἡμῶν προσέταξεν ὁ εὐσεβέστατος βασιλεύς. Οὐδέπω γὰρ ἦλθεν ὁ ταῦτα κομίζων τὰ γράμματα.