Ancient Greek
Letter 136
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 136
Not analysed yet
ΡΩΜΥΛῼ ΕΠΙΣΚΟΠῼ. Ἐπειδὴ τῆς παλαιᾶς ἡμᾶς ἀνέμνησας ἱστορίας, καὶ τῶν Σύρων ἔφης τὸν βασιλέα, τῶν τοῦ Ἰσραὴλ βασιλέων τὸ φιλάνθρωπον λογισάμενον, ἱκέτου σχῆμα λαβεῖν, καὶ μὴ διαμαρτεῖν τῆς αἰτήσεως· ἀναμνήσθητι, δέσποτα, καὶ τῆς θείας ὀργῆς. Τὸν γὰρ Ἀχαὰβ τῷ ἐλέῳ χρησάμενον πανωλεθρίᾳ παρέδωκε, καὶ διὰ τοῦ προφήτου τὴν ψῆφον ἐξήνεγκεν. Ἔσται γάρ, φησίν, ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. Ἡμεῖς δὲ κελευόμεθα διὰ τούτων κρίσει κεραννύναι τὸν ἔλεον, ὡς οὐ παντὸς ἐλέου ἀρέσκοντος τὸν τῶν ὅλων Κύριον. Διαφερόντως δὲ λογισμοῦ δεῖται σώφρονος ἡ παροῦσα ὑπόθεσις. Περὶ γὰρ θείων ἀγωνιζόμεθα δογμάτων, ἐν οἷς ἔχομεν τὴν τῆς σωτηρίας ἐλπίδα. Πολλὴν δὲ ὅμως ἔστιν ἰδεῖν κἀν τούτοις ἀνθρώπων διαφοράν. Οἱ μὲν γὰρ ἀληθῶς τὴν κοινὴν νοσοῦσιν ἀσέβειαν, οἱ δὲ ἀδιαφόρως καὶ ταῦτα καὶ τὰ τούτοις ἐναντία προσφέρουσιν. Ἕτεροι δὲ τὴν ἀλήθειαν ἐπιστάμενοι, ταύτην μὲν ἐν τοῖς τῆς ψυχῆς κατακρύπτουσι ταμιείοις, τὰ δὲ δυσσεβῆ μετὰ τῶν ἄλλων κηρύττουσιν. Ἄλλοι δὲ τοῦ φθόνου τὸ πάθος δεξάμενοι, τὸ οἰκεῖον ἔχθος ἀφορμὴν τοῦ κατὰ τῆς ἀληθείας πολέμου πεποίηνται, καὶ πᾶσαν κατὰ τῶν τῆς ἀληθείας κηρύκων εἰσφέρουσι κακοήθειαν. Εἰσὶ δὲ οἳ τῶν μὲν ἀποστολικῶν δογμάτων ἀσπάζονται τὴν ἀλήθειαν, τὴν δὲ τῶν κρατούντων δείσαντες δυναστείαν, δημοσιεῦσαι ταύτην πεφρίκασι· καὶ στένουσι μὲν καὶ ὀδύρονται τῶν κακῶν τὴν φοράν, σύνεισι δὲ ὅμως τοῖς τὰς τρικυμίας ἐγείρουσι. Ταύτης τῆς συμμορίας τὴν σὴν εἶναι θεοσέβειαν ὁριζόμεθα. Ὑγιαίνειν μὲν γὰρ αὐτὴν ἐν τοῖς θείοις δόγμασι πεπιστεύκαμεν, καὶ τὴν περὶ ἡμᾶς διασώζειν ἀγάπην νομίζομεν, διὰ μόνην δὲ δειλίαν συμπεριφέρεσθαι τῷ καιρῷ. Οὗ δὴ χάριν, οὐδενὶ τῶν ἄλλων ἐπιστέλλοντες, τῇ σῇ φιλοθεΐᾳ καὶ γράφομεν, καὶ παρ' αὐτῆς δεχόμεθα τὰ γράμματα, τὸν μὲν σκοπὸν εἰδότες, τῇ δὲ δειλίᾳ συγγνώμην οὕτω πως νέμοντες. Ὁ δὲ φιλάνθρωπος Κύριος καὶ τὰς τῆς δειλίας παντελῶς νῦν ἀπέκοψεν ἀφορμάς, τὴν μὲν καινοτομηθεῖσαν δείξας ἀσέβειαν, τὴν δὲ τῶν Εὐαγγελίων γυμνὴν ἐπιδείξας ἀλήθειαν. Ἡμεῖς δὲ οὔτε ταῖς θριξὶν ἰσαρίθμων ἡμῖν γενομένων στομάτων, ὑμνῆσαι κατ' ἀξίαν τὸν φιλάνθρωπον δυνάμεθα Κύριον, ὅτι τὰ παρ' ἡμῶν κηρυττόμενα, καὶ τοὺς ἐναντιωτάτους προφανῶς κηρύττειν ἠνάγκασεν. Ἠκούσαμεν γὰρ ὡς καὶ τῆς σῆς φιλοθεΐας ὁ σύνοικος, γνοὺς τοὺς ἐν ταῖς μεγάλαις πόλεσι γεγενημένους ἀναθεματισμούς, ἐπαύσατο μὲν τὴν λοξὴν τῶν καρκίνων πορείαν μιμούμενος, ἐβάδισε δὲ τὴν εὐθεῖαν περὶ δογμάτων διαλεχθεὶς ἔν τινι πανηγύρει. Χρὴ δὲ μὴ τοῖς καιροῖς προσαρμόττειν τοὺς λόγους, ἀλλ' ἀκλινῆ τῆς ἀληθείας τὸν κανόνα διασώζειν ἀεί.