Ancient Greek
Letter 135
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 135
Not analysed yet
ΘΕΟΚΤΙΣΤῼ ΕΠΙΣΚΟΠῼ ΒΕΡΟΙΑΣ. Ἤρετό τις τὸν Σωτῆρα, καὶ Νομοθέτην, καὶ Κύριον, ποία ἐντολὴ πρώτη. Ὁ δὲ ἔφησεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ ἐπήγαγεν· Αὕτη ἐστὶν ἐντολὴ πρώτη· δευτέρα δὲ ὁμοία αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ προσέθηκεν· Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Ὁ τοίνυν ταύτας φυλάττων, δῆλον ὅτι πάντα πληροῖ τὸν νόμον κατὰ τὸν Δεσποτικὸν ὅρον· ὁ δ' αὖ παραβαίνων, παντὸς τοῦ νόμου παραβάτης ἁλίσκεται. Σκοπήσωμεν τοίνυν, τοῦ συνειδότος ὀρθῶς καὶ δικαίως δικάζοντος, εἰ τὰς θείας πεπληρώκαμεν ἐντολάς. Πληροῖ δὲ τὴν μὲν πρώτην ὁ τὴν θεόσδοτον πίστιν φυλάττων ἀκήρατον, καὶ τοὺς ταύτῃ πολεμοῦντας ὡς τῆς ἀληθείας ἐχθροὺς μυσαττόμενος, καὶ μισῶν ἐκθύμως τοὺς μισοῦντας τὸν ἀγαπώμενον· τὴν δὲ δευτέραν, ὁ τὴν τοῦ πέλας θεραπείαν περὶ πλείστου ποιούμενος, καὶ μὴ μόνον ἐν ταῖς εὐπραξίαις, ἀλλὰ κἀν ταῖς δοκούσαις δυσημερίαις διατηρῶν τῆς φιλίας τοὺς ὅρους. Οἱ δὲ τῆς μὲν οἰκείας, ὡς νομίζουσιν, ἀσφαλείας φροντίζοντες, τῶν δὲ τῆς φιλίας νόμων διὰ ταύτην ὀλιγωροῦντες, καὶ πολεμουμένους παρορῶντες τοὺς φίλους, τῆς τῶν φαύλων εἰσί, καὶ παρὰ τοῖς ἔξω μερίδος. Ὁ δὲ τῶν ὅλων Δεσπότης τὰ τελεώτερα παρὰ τῶν οἰκείων ἀπαιτεῖ μαθητῶν. Ἀγαπᾶτε γάρ, φησί, τοὺς ἐχθροὺς ὑμῶν. Εἰ γὰρ τοὺς ἀγαπῶντας ὑμᾶς ἀγαπᾶτε, τί πλέον ποιεῖτε; Ἰδοὺ καὶ οἱ ἁμαρτωλοὶ καὶ οἱ τελῶναι τοῦτο ποιοῦσιν. Ἡμεῖς δὲ οὐδὲ τῆς τελωνικῆς ἀπελαύσαμεν ἀγάπης. Καὶ τί λέγω τελωνικῆς; Οὐδὲ ἧς τυγχάνουσιν οἱ ἀνδροφόνοι καὶ γόητες ἐν τοῖς δεσμωτηρίοις παραψυχῆς, ἀπελαύσαμεν. Εἰ δὲ πάντες ταύτην ἐζήλωσαν τὴν ὠμότητα, οὐδὲν ἕτερον ὑπελείπετο, ἢ ζῶντας μὲν ὑπ' ἐνδείας ἀναλωθῆναι, τελευτήσαντας δὲ μηδὲ τάφῳ παραδοθῆναι, ἀλλὰ κυνῶν καὶ θηρῶν γενέσθαι βοράν. Ἀλλ' ἤρκεσαν ἡμῖν οἱ τοῦδε τοῦ βίου καταφρονοῦντες, καὶ τῶν αἰωνίων ἀγαθῶν προσδεχόμενοι τὴν ἀπόλαυσιν, οἳ παντοδαπῆς ἡμᾶς ψυχαγωγίας ἠξίωσαν. Ὁ δὲ φιλάνθρωπος Κύριος ἐκ τοῦ οὐρανοῦ ἠκόντισε κρίσιν. Ἡ δὲ γῆ ἐφοβήθη, καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεόν. Οἱ δὲ ἐχθροὶ αὐτοῦ ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Ἐστηλίτευται δὲ τὸ τῆς καινῆς αἱρέσεως ψεῦδος, κηρύττεται δὲ προφανῶς ἡ τῶν θείων Εὐαγγελίων ἀλήθεια. Ἡμεῖς δὲ μετὰ τοῦ μακαρίου βοῶμεν Δαβίδ· Εὐλογητὸς ὁ Θεός, ὁ ποιῶν θαυμάσια μεγάλα μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.