Ancient Greek
Letter 145
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 145.1
Not analysed yet
ΤΟΙΣ ΣΤΡΑΤΙΩΤΑΙΣ. Μία μὲν πάντων ἀνθρώπων φύσις, αἱ δὲ τῶν βίων προαιρέσεις πολλαὶ καὶ διάφοροι. Οἱ μὲν γὰρ ναυτικόν, οἱ δὲ πολεμικὸν αἱροῦνται βίον· καὶ οἱ μὲν ἀθλητικόν, οἱ δὲ γεωργικόν· καὶ οἱ μὲν τήνδε, οἱ δὲ τήνδε τὴν τέχνην μεταχειρίζουσι. Καὶ ἵνα τὰς ἄλλας παραλίπω διαφοράς, οἱ μέν εἰσι τῶν ἀνθρώπων σπουδαῖοι καὶ ἐμμελεῖς περὶ τὰ θεῖα, καὶ τῶν ἀποστολικῶν δογμάτων ἐκπαιδεύονται τὴν ἀκρίβειαν· οἱ δὲ γαστρὶ δουλεύουσι, καὶ τῶν αἰσχρῶν ἡδονῶν τὴν ἀπόλαυσιν εὐημερίαν ὑπολαμβάνουσιν· ἄλλοι δέ γε μέσοι τούτων κἀκείνων εἰσί, καὶ οὔτε τὴν ἐπαινουμένην ζηλοῦσι σπουδήν, οὔτε τὸν ἀκόλαστον ἀσπάζονται βίον, τὴν δὲ ἁπλότητα τιμῶσι τῆς πίστεως. Ἡγοῦμαι τοίνυν τοὺς ἐπισκήψαντας ἐκείνῳ τῷ λόγῳ, ὅς φησιν εἶναί τινα παντελῶς ἀδύνατα τῷ Θεῷ, οὐ τῶν σπουδαίων εἶναι, καὶ τὰ θεῖα πεπαιδευμένων, ἀλλ' ἢ τούτων, οἳ τὴν ἀκρίβειαν τῶν ἀποστολικῶν δογμάτων οὐκ ἴσασιν, ἢ ἐκείνων, οἳ ταῖς ἡδυπαθείαις, δεδουλωμένοι πρὸς τοὺς καιροὺς μεταβάλλονται, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα πρεσβεύουσιν. Ἐπειδὴ δὲ γράψαι περὶ τούτων ἡμᾶς ᾐτήσατε, σιγᾶν ἐπὶ τοῦ παρόντος βεβουλευμένος, βραχέα εἰπεῖν ἀναγκάζομαι, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ· Παντὶ γάρ, φησί, τῷ αἰτοῦντί σε δίδου. Ἡμεῖς τοίνυν πάντα μὲν δύνασθαί φαμεν τὸν τῶν ὅλων Θεόν· τῇ δὲ πάντα φωνῇ μόνα τὰ καλὰ καὶ τὰ ἀγαθὰ συμπεριλαμβάνεσθαι. Ὁ γὰρ φύσει σοφός τε καὶ ἀγαθὸς οὐδὲν τῶν ἐναντίων προσίεται, ἀλλὰ μόνα τὰ τῇ φύσει πρέποντα. Εἰ δέ τινες ἀντιλέγουσι τῷδε τῷ λόγῳ, ἔρεσθε αὐτούς, εἰ δύναται ψεύσασθαι ὁ τῶν ὅλων Θεὸς τῆς ἀληθείας ὁ νομοθέτης· κἂν μὲν εἴποιεν δυνατὸν τῷ Θεῷ τὸ ψεῦδος, ὡς δυσσεβεῖς καὶ βλασφήμους τῆς ὑμετέρας συμμορίας ἐξελάσατε. Εἰ δὲ σύνθοιντο καὶ αὐτοί, μὴ δυνατὸν εἶναι τοῦτο τῷ τῶν ὅλων Θεῷ, πάλιν προσερωτήσατε, εἰ δυνατὸν ἄδικον γενέσθαι τὸν τὴν δικαιοσύνην πηγάζοντα. Εἰ δὲ συνομολογήσαιεν καὶ τοῦτο ἀδύνατον εἶναι τῷ τῶν ὅλων Θεῷ, πυθέσθαι χρὴ πάλιν, εἰ δυνατὸν ἄσοφον γενέσθαι τῆς σοφίας τὴν ἄβυσσον, καὶ τὸν Θεὸν μὴ εἶναι Θεόν, καὶ τὸν Κύριον ὡσαύτως μὴ εἶναι Κύριον, καὶ τὸν Δημιουργὸν οὐ Δημιουργόν, καὶ τὸν ἀγαθὸν οὐκ ἀγαθόν, ἀλλὰ κακόν, καὶ τὸ ἀληθινὸν φῶς μὴ εἶναι φῶς, ἀλλὰ τοὐναντίον. Εἰ δὲ συμφήσαιεν ταῦτα πάντα, καὶ τὰ τούτοις προσόμοια, ἀδύνατα εἶναι τῷ τῶν ὅλων Θεῷ, εἰπεῖν χρὴ πρὸς αὐτούς· οὐκοῦν πολλὰ ἀδύνατα τῷ Θεῷ· καὶ ὅτι ταῦτα τὰ ἀδύνατα οὐκ ἀδυναμίας δηλωτικά, ἀλλὰ δυνάμεως μεγίστης σημαντικά. Οὐδὲ γὰρ περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγοντες, ὡς ἀδύνατον αὐτὴν ἀποθανεῖν, ἀσθένειαν αὐτῆς κατηγοροῦμεν, ἀλλὰ τῆς ἀθανασίας αὐτῆς τὸ δυνατὸν κηρύττομεν. Οὕτω τοίνυν ὁμολογοῦντες τοῦ Θεοῦ τὸ ἄτρεπτον, τὸ ἀπαθές, τὸ ἀθάνατον, οὔτε τροπήν, οὔτε πάθος, οὔτε θάνατον ἐκείνῃ προσάψαι τῇ φύσει δυνάμεθα. Εἰ δὲ εἴποιεν· Ἅπερ ἂν ἐθελήσῃ δύναται ὁ Θεός, χρὴ πρὸς αὐτοὺς εἰπεῖν ὅτι οὐδὲν βούλεται ποιεῖν ὧν μὴ πέφυκεν· πέφυκε δὲ ἀγαθός, οὐκοῦν οὐ βούλεταί τι κακόν· πέφυκε δίκαιος, οὐκοῦν οὐ βούλεταί τι ἄδικον· πέφυκεν ἀληθής, οὐκοῦν τὸ ψεῦδος βδελύττεται· πέφυκεν ἄτρεπτος, οὐκοῦν τροπὴν οὐ προσίεται· εἰ δὲ τροπὴν οὐ προσίεται, ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει. Τοῦτο γὰρ καὶ αὐτὸς διὰ τοῦ Προφήτου φησίν· Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Καὶ ὁ μακάριος Δαβίδ· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· Εἰ δὲ ὁ αὐτός ἐστι, μεταβολὴν οὐκ ἐδέξατο. Εἰ δὲ κρείττων ὑπάρχει μεταβολῆς καὶ τροπῆς, οὐ γέγονεν ἐξ ἀθανάτου θνητός, οὐδὲ ἐξ ἀπαθοῦς παθητός. Εἰ γὰρ τοῦτο γενέσθαι οἷόν τε ἦν, οὐκ ἂν τὴν ἡμετέραν προσέλαβε φύσιν. Ἐπειδὴ δὲ ἀθάνατον ἔχει φύσιν, ἔλαβε τὸ παθεῖν δυνάμενον σῶμα, καὶ σὺν τῷ σώματι τὴν ἀνθρωπείαν ψυχήν. Καὶ τούτων ἑκάτερον τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀμύητον, ὑπὲρ μὲν τῶν ἡμαρτηκυιῶν ψυχῶν δέδωκε τὴν ψυχήν, ὑπὲρ δὲ τῶν τεθνηκότων σωμάτων τὸ σῶμα. Καὶ ἐπειδήπερ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ σῶμα τὸ ληφθὲν προσηγορεύθη σῶμα, εἰς ἑαυτὸν ἀναφέρει τὸ τοῦ σώματος πάθος. Ὅτι δὲ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ σῶμα τῷ σταυρῷ προσηλώθη, μάρτυρες οἱ τέσσαρες εὐαγγελισταί. Ἅπαντες γὰρ συμφώνως τοῦτο διδάσκουσιν, ὡς Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας προσελθὼν τῷ Πιλάτῳ ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὅτι οὗτος ἀπὸ τοῦ ξύλου καθεῖλε τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὅτι σινδόνι καλύψας ἔθηκεν ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὡς αἱ περὶ Μαρίαν τὴν Μαγδαληνὴν ἦλθον εἰς τὸ μνημεῖον ζητοῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ ἔδραμον πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ ἀπήγγειλαν ταῦτα. Ταῦτα οἱ τέσσαρες εὐαγγελισταὶ συμφώνως κηρύττουσιν. Εἰ δέ φασιν οἱ ἀντιλέγοντες εἰρηκέναι τὸν ἄγγελον· Δεῦτε, βλέπετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος, μαθέτωσαν οἱ ἀσύνετοι, ὡς καὶ περὶ τοῦ καλλινίκου Στεφάνου φησὶν ἡ θεία Γραφή· Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς. Καίτοι τὸ σῶμα μόνον ἠξιώθη ταφῆς, ἡ δὲ ψυχὴ οὐ συνετάφη τῷ σώματι, ἀλλ' ὅμως τοῦ κοινοῦ ὀνόματος καὶ μόνον τὸ σῶμα μετέλαχεν. Οὕτως ὁ μακάριος Ἰακὼβ τοῖς υἱέσιν ἔλεγε· Θάψατέ με μετὰ τῶν πατέρων μου· καὶ οὐκ εἶπε· Θάψατέ μου τὸ σῶμα· καὶ ἐπήγαγεν· Ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐκεῖ ἔθαψαν Ἰσαάκ, καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐκεῖ ἔθαψαν τὴν Λείαν· καὶ οὐκ εἶπε· τὰ ἐκείνων σώματα. Καὶ μὴν τὰ ὀνόματα κοινὰ σωμάτων ἐστὶ καὶ ψυχῶν· ἀλλ' ὅμως καὶ μόνα τὰ σώματα ἐκ τῶν κοινῶν ὀνομάτων ἐκάλεσεν. Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων σηκοὺς ὀνομάζομεν, καὶ τὸν μὲν Διονυσίου τυχόν, τὸν δὲ Ἰουλιανοῦ, ἢ Κοσμᾶ· καίτοι εἰδότες, ὡς μικρὰ πολλάκις λείψανα σωμάτων ἐν τούτοις κατάκεινται, αἱ δὲ ψυχαὶ ἐν θειοτέροις χωρίοις διαναπαύονται. Κἀν τῇ κοινῇ δὲ χρήσει τοῦτο τὸ ἔθος ἔστιν εὑρεῖν. Ὁ δεῖνα γάρ, φαμέν, ἀπέθανε, καὶ ὁ δεῖνα ἐν τῷδε κατάκειται τῷ τόπῳ· καὶ ταῦτα εἰδότες ὡς ἀθάνατος ἡ ψυχή, καὶ ὡς οὐ κοινωνεῖ τοῦ τάφου τῷ σώματι. Οὕτω καὶ ὁ ἄγγελος ἔφη· Δεῦτε, βλέπετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· οὐ τὴν θεότητα περικλείσας τῷ τάφῳ, ἀλλὰ τοῦ Κυρίου τὸ σῶμα τῷ τοῦ Κυρίου προσαγορεύσας ὀνόματι. Ὅτι δὲ καὶ τοῖς ἁγίοις Πατράσι ταῦθ' οὕτως δοκεῖ, ἀκουσάτωσαν Ἀθανασίου τοῦ πανευφήμου τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπου, ὃς δι' ὁμολογίας τὴν ἀρχιερωσύνην ἐκόσμησε, βοῶντος· Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ καὶ τοὺς νεκροὺς ζωοποιεῖ. Ἀκουσάτωσαν καὶ τοῦ πολυθρυλήτου Δαμάσου, τοῦ τῶν Ῥωμαίων ἐπισκόπου, βοῶντος· Εἴ τις εἴποι, ὅτι ἐν τῷ σταυρῷ πόνον ὑπέμεινεν ἡ θεότης, καὶ οὐχὶ τὸ σῶμα μετὰ τῆς ψυχῆς, ἡ τοῦ δούλου μορφή, ἣν τελείαν ἀνέλαβεν, ἀνάθεμα ἔστω. Ἀκουσάτωσαν καὶ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου τῶν Ῥωμαίων ἐπισκόπου τοῦ κυρίου Λέοντος, νῦν γεγραφότος· Ὅτι ἔπαθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς παθεῖν ἠδύνατο, οὐ κατὰ τὴν λαβοῦσαν φύσιν, ἀλλὰ κατὰ τὴν ληφθεῖσαν. Ἡ γὰρ ἀπαθὴς φύσις τὸ παθητὸν ἔλαβε σῶμα, καὶ αὐτὸ παρέδωκεν ὑπὲρ ἡμῶν, ἵνα τὴν ἡμετέραν ἐργάσηται σωτηρίαν, καὶ τὴν οἰκείαν φύσιν ἐφύλαξεν ἀπαθῆ. Καὶ πάλιν· οὐ γὰρ ἦλθεν ἵνα τὴν οἰκείαν ἀπολέσῃ φύσιν, ἀλλ' ἵνα τὴν ἡμετέραν σώσῃ. Εἰ τοίνυν κατηγοροῦσιν ἡμῶν εἰρηκότων, ὅτι ὅσα βούλεται δύναται ὁ Θεός, βούλεται δὲ τὰ τῇ αὐτοῦ φύσει πρέποντα, τὰ δὲ μὴ πρέποντα οὔτε βούλεται, οὔτε δύναται, κατηγορείτωσαν καὶ τῶνδε τῶν ἁγίων, καὶ τῶν ἄλλων ἁπάντων, ὅσοι ταῦτα πρεσβεύουσι. Κατηγορείτωσαν καὶ τοῦ Ἀποστόλου βοῶντος· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν. Καὶ πάλιν· Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Ταῦτα τοῖς ἀντιλέγουσιν ὑπανάγνωτε· καὶ εἰ μὲν πεισθεῖεν, ὑμνήσατε τὸν ἀγαθὸν Κύριον, ὅτι διὰ τῆς ὑμετέρας σπουδῆς κἀκείνοις τὴν ὠφέλειαν προὐξένησεν. Εἰ δὲ ἐπιμένοιεν ἀπειθοῦντες, μηδεμίαν πρὸς αὐτοὺς περὶ δογμάτων ποιεῖσθε διάλεξιν. Ἀπαγορεύει γὰρ ὁ θεῖος Ἀπόστολος, λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Ὑμεῖς δὲ τὴν εὐαγγελικὴν διδασκαλίαν ἄσυλον διατηρήσατε, ἵν' ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ, μετὰ τῆς προσηκούσης ἐργασίας τὴν παρακαταθήκην τῷ δικαίῳ προσενεγκότες Κριτῇ, τῆς τριποθήτου φωνῆς ἐπακούσητε· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ᾖς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.