Ancient Greek
Letter 146
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 146.1
Not analysed yet
ΤΟΙΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΜΟΝΑΖΟΥΣΙΝ. Οἱ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς γλώττας ὁπλίσαντες, οὐδὲν καινὸν οὐδὲ παράδοξον δρῶσιν, καὶ τοὺς εὔνους αὐτοῦ θεράποντας τῷ ψεύδει τοξεύοντες. Τῆς γὰρ Δεσποτικῆς παροινίας μετέχειν ἀνάγκη τοὺς δι' αὐτὴν λίαν ἀλγοῦντας οἰκέτας. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Κύριος προτεθέσπικεν, τοὺς ἱεροὺς αὑτοῦ ψυχαγωγῶν μαθητάς. Ἔφη δὲ οὕτως· Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; Εἶτα παρεθάρρυνεν αὐτούς, δείξας τὸ τῆς συκοφαντίας εὐφώρατον. Ἐπήγαγε γάρ· Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται. Τῆς δὲ θείας προρρήσεως τὴν ἀλήθειαν πολλάκις μὲν καὶ ἄλλοτε, μάλιστα δὲ νῦν σαφῶς ἑωράκαμεν. Οἱ γὰρ τὴν καθ' ἡμῶν συκοφαντίαν ὑφήναντες, καὶ παμπόλλων πριάμενοι χρημάτων τὰς ἡμετέρας σφαγάς, ὤφθησαν ἐναργῶς τὴν Βαλεντίνου καὶ Βαρδησάνου περικείμενοι λώβην. Ἤλπισαν δὲ ὅμως τὴν σφετέραν καλύψειν ἀσέβειαν, εἰ τῇ τοῦ ψεύδους θηγάνῃ τὰς γλώττας καθ' ἡμῶν παραθήξαιεν. Ἐπειδὴ γὰρ ἡμεῖς τὴν πάλαι κατασβεσθεῖσαν αἵρεσιν ἀνανεουμένην ὑπὸ τούτων ὁρῶντες, διετελοῦμεν βοῶντες, διαμαρτυρόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, κἀν τοῖς ἀσπαστηρίοις οἴκοις, κἀν τοῖς θείοις σηκοῖς, καὶ τὰς κατὰ τῆς πίστεως ἐγχειρουμένας ἐπιβουλὰς ἐξηλέγχομεν, λοιδορίας ἡμῶν κατέχεαν, ὡς δύο κηρυττόντων υἱούς. Ἔδει δὲ παρόντας ἐλέγχειν, καὶ μὴ διαβάλλειν ἀπόντας. Οὗτοι δὲ τοὐναντίον δεδράκασι. Βασιλικοῖς γὰρ ἡμᾶς τῇ Κύρρῳ προσδήσαντες γράμμασιν, ἐρήμην δικάσαι τοὺς δικαιοτάτους ἠνάγκασαν δικαστάς, καὶ κατὰ τοῦ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότος τὴν ὀρθοτάτην ψῆφον ἐξήνεγκαν. Τοῦτο δὲ οὔτε γοητείαν τις, οὔτε νεκροσυλίαν κατηγορούμενος, οὐκ ἀνδροφόνος, οὐ γάμων ἐπίβουλος ὑπέμεινε πώποτε. Ἀλλὰ τοὺς μὲν δικαστὰς ἐπὶ τοῦ παρόντος ἐάσω. Ἐγγὺς γὰρ ὁ Κύριος, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι, καὶ πραττόμενος εὐθύνας οὐ μόνον ῥημάτων καὶ πραγμάτων, ἀλλὰ καὶ πονηρῶν ἐνθυμημάτων. Τὴν δὲ γεγενημένην δίκαιον οἶμαι διελέγξαι συκοφαντίαν. Ποίαν ἀπόδειξιν ἔχουσι τοῦ δύο λέγειν ἡμᾶς υἱούς; Εἰ μὲν γὰρ τῶν σιγώντων ἦμεν, ἔσχεν ἂν χώραν ἴσως ἡ ὑποψία. Ἐπειδὴ δὲ ἔργον εἴχομεν τοὺς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀγῶνας, καὶ τοῖς τοῦ Κυρίου ποιμνίοις τὴν διδασκαλικὴν προσφέρομεν πόαν, καὶ πρὸς τούτοις πέντε καὶ τριάκοντα συνεγράψαμεν βίβλους, τήν τε θείαν Γραφὴν ἑρμηνεύοντες, καὶ τὸ τῶν αἱρέσεων διελέγχοντες ψεῦδος· εὐέλεγκτος ἄρα ἡ παρὰ τούτων συντεθεῖσα ψευδολογία. Πολλαὶ μὲν γὰρ ἀκροατῶν μυριάδες μαρτυροῦσιν ἡμῖν τὴν τῶν εὐαγγελικῶν δογμάτων πεπρεσβευκόσιν ἀλήθειαν. Πρόκειται δὲ καὶ τὰ συγγράμματα τοῖς βουλομένοις εἰς βάσανον. Οὐ γὰρ ὑπὲρ δυάδος υἱῶν, ἀλλ' ὑπὲρ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους, καὶ πρὸς τοὺς τὴν Ἀρείου καὶ Εὐνομίου νόσον εἰσδεξαμένους, καὶ πρὸς τοὺς τὴν Ἀπολιναρίου φρενοβλάβειαν ἀσπαζομένους, καὶ μέντοι καὶ πρὸς τοὺς τῇ Μαρκίωνος σηπεδόνι κατεχομένους ἀγωνιζόμενοι διατετελέκαμεν, Ἕλληνας μὲν πείθοντες, ὅτι αὐτός ἐστιν ὁ τῶν ἁπάντων Δημιουργός, ὁ τοῦ ἀεὶ ὄντος Θεοῦ συναΐδιος Υἱός· Ἰουδαίους δέ, ὅτι περὶ αὐτοῦ τὰς προρρήσεις οἱ προφῆται πεποίηνται· τοὺς δὲ Ἀρείου καὶ Εὐνομίου κληρονόμους, ὅτι τοῦ Πατρὸς ὁμοούσιος, ὁμότιμός τε καὶ ἰσοδύναμος· τοὺς δὲ τῆς Μαρκίωνος λύττης μετεσχηκότας, ὅτι οὐκ ἀγαθός ἐστι μόνον, ἀλλὰ καὶ δίκαιος· οὐκ ἀλλοτρίων, κατὰ τὸν ἐκείνων μῦθον, ἀλλ' οἰκείων ποιημάτων Σωτήρ. Καὶ ἁπαξαπλῶς πρὸς αἵρεσιν ἑκάστην διαμαχόμενοι, τὸν ἕνα προσκυνεῖν παρρεγγυῶμεν Υἱόν. Καὶ τί δεῖ μακρηγορεῖν, ἐξὸν συντόμως διελέγξαι τὸ ψεῦδος; Τοὺς γὰρ καθ' ἕκαστον ἔτος τῷ παναγίῳ προσιόντας βαπτίσματι, τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων πίστιν ἐκμανθάνειν παρασκευάζομεν· καὶ μυσταγωγοῦντες αὐτοὺς ὡς προσετάχθημεν, βαπτίζομεν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἑνικῶς ἑκάστην προσηγορίαν προσφέροντες. Καὶ μέντοι καὶ τὰς θείας λειτουργίας ἐν ταῖς Ἐκκλησίαις ἐπιτελοῦντες, καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, καὶ αὐτὴν δὲ τὴν ἡμέραν κατὰ τριτημόριον διαιροῦντες δοξάζομεν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα. Εἰ δὲ δύο υἱοὺς κατὰ τὴν τούτων συκοφαντίαν πρεσβεύομεν, τίνα δοξάζομεν, τίνα δὲ ἀπροσκύνητον καταλείπομεν; Μανίας γὰρ ἐσχάτης, δύο μὲν εἶναι πιστεύειν υἱούς, ἑνὶ δὲ μόνῳ τὴν δοξολογίαν προσφέρειν. Τίς δὲ οὕτως ἐμβρόντητος, ὡς τοῦ θείου Παύλου βοῶντος ἀκούων· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· καὶ πάλιν· Εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα· ἀντινομοθετῆσαι τῇ διδασκαλίᾳ τοῦ Πνεύματος, καὶ διχῆ τὸν ἕνα τεμεῖν; Ἀλλὰ γὰρ μάτην ἀδολεσχῶ. Οὐδὲ γὰρ οὗτοι φάναι τολμῶσι, καὶ ταῦτα τῷ ψεύδει συντεθραμμένοι, ὡς ταῦτα λεγόντων ἡμῶν ἀκηκόασι πώποτε· ἀλλὰ τῷ τὰς δύο φύσεις ὁμολογεῖν τοῦ Δεσπότου Χριστοῦ, δύο λέγουσι κηρύττειν υἱούς. Καὶ συνιδεῖν οὐκ ἐθέλουσιν, ὡς τῶν ἀνθρώπων ἕκαστος καὶ ψυχὴν ἀθάνατον ἔχει, καὶ σῶμα θνητόν· καὶ οὐδεὶς μέχρι καὶ τήμερον δύο Παύλους τὸν Παῦλον ὠνόμασεν, ἐπειδὴ καὶ ψυχὴν ἔχει καὶ σῶμα· οὔτε τὸν Πέτρον δύο Πέτρους, οὔτε τὸν Ἀβραάμ, οὔτε τὸν Ἀδάμ. Ἀλλ' οἶδε μὲν ἕκαστος τῶν φύσεων τὸ διάφορον, δύο δὲ Παύλους οὐκ ὀνομάζει τὸν ἕνα. Οὕτω τοίνυν καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, καὶ Υἱὸν Θεοῦ, καὶ Υἱὸν ἀνθρώπου προσαγορεύοντες, ὡς παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, οὐ δύο φαμὲν υἱούς, ἀλλὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὁμολογοῦμεν τὰς ἰδιότητας. Οὗτοι δὲ τὴν ἐξ ἡμῶν ληφθεῖσαν ἀρνούμενοι φύσιν, δυσχεραίνουσι τῶνδε τῶν λόγων ἀκούοντες. Ἡμᾶς δὲ δεῖξαι προσήκει πόθεν ταύτην ἠσπάσαντο τὴν ἀσέβειαν. Σίμων μὲν γὰρ καὶ Μένανδρος, Κέρδων καὶ Μαρκίων παντάπασιν ἀρνοῦνται τὴν ἐνανθρώπησιν, καὶ τὴν ἐκ Παρθένου γέννησιν μυθολογίαν ἀποκαλοῦσι. Βαλεντῖνος δέ, καὶ Βασιλείδης, καὶ Βαρδησάνης, καὶ Ἁρμόνιος, καὶ οἱ τῆς τούτων συμμορίας, δέχονται μὲν τῆς Παρθένου τὴν κύησιν, καὶ τὸν τόκον· οὐδὲν δὲ τὸν Θεὸν Λόγον ἐκ τῆς Παρθένου προσειληφέναι φασίν, ἀλλὰ πάροδόν τινα δι' αὐτῆς ὥσπερ διὰ σωλῆνος ποιήσασθαι, ἐπιφανῆναι δὲ τοῖς ἀνθρώποις φαντασίᾳ χρησάμενον, καὶ δόξας εἶναι ἄνθρωπος, ὃν τρόπον ὤφθη τῷ Ἀβραάμ, καί τισιν ἄλλοις τῶν παλαιῶν. Ἄρειος δὲ καὶ Εὐνόμιος σῶμα μὲν αὐτὸν ἔφασαν εἰληφέναι, τὴν θεότητα δὲ τὰ τῆς ψυχῆς ἐνηργηκέναι, ἵνα ταύτῃ τὰ ταπεινὰ καὶ τῶν ῥημάτων καὶ τῶν πραγμάτων προσάψωσιν. Ὁ δέ γε Ἀπολινάριος καὶ ψυχὴν αὐτὸν μετὰ τοῦ σώματος ἔφησεν εἰληφέναι, ἀλλ' οὐ τὴν λογικήν, ἀλλὰ τὴν ζωτικὴν ἤγουν φυτικὴν ὀνομαζομένην. Τοῦ νοῦ γάρ, φησί, τὴν χρείαν ἡ θεότης ἐπλήρου. Ψυχῆς δὲ καὶ νοῦ τὴν διαίρεσιν παρὰ τῶν ἔξω μεμάθηκε φιλοσόφων. Ἡ γὰρ θεία Γραφὴ ἐκ ψυχῆς λέγει καὶ σώματος συνεστάναι τὸν ἄνθρωπον. Ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς ἀποστόλοις ἔφη· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Τὰ μὲν οὖν τῶν αἱρετικῶν δόγματα τοσαύτην ἔχει πρὸς ἄλληλα διαμάχην. Οὗτοι δὲ τὸν Ἀπολινάριον, καὶ μέντοι καὶ Ἄρειον καὶ Εὐνόμιον ὑπερβῆναι τῇ ἀσεβείᾳ φιλονεικήσαντες, τὴν ὑπὸ Βαλεντίνου καὶ Βαρδησάνου πάλαι σπαρεῖσαν αἵρεσιν, εἶτα πρόρριζον ὑπὸ τῶν ἀρίστων ἀνασπασθεῖσαν γεωργῶν, φυτεῦσαι νῦν ἐπειράθησαν. Παραπλησίως γὰρ ἐκείνοις ἠρνήθησαν τὸ ἐκ τῆς ἡμετέρας φύσεως προσειλῆφθαι τοῦ Δεσπότου τὸ σῶμα. Ἡ δὲ Ἐκκλησία, τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένη, καὶ θεότητα τελείαν, καὶ ἀνθρωπότητα τελείαν ἐν τῷ Δεσπότῃ Χριστῷ θεωρεῖ. Ὥσπερ γὰρ ἔλαβε σῶμα, οὐ δεόμενος σώματος, ἀλλὰ πᾶσι τοῖς σώμασι δι' ἐκείνου τὴν ἀθανασίαν πραγματευόμενος οὕτω δὴ καὶ ψυχὴν ἔλαβε τὴν κυβερνῶσαν τὸ σῶμα, ἵνα πᾶσα ψυχὴ διὰ ταύτης μετάσχῃ τῆς ἀτρεπτότητος. Εἰ γὰρ καὶ ἀθάνατοί εἰσιν αἱ ψυχαί, ἀλλ' οὐκ ἄτρεπτοι. Πολλὰς γὰρ καὶ ἀγχιστρόφους μεταβολὰς ὑπομένουσι, νῦν μὲν τούτοις ἀρεσκόμεναι, νῦν δὲ ἐκείνοις. Οὗ δὴ χάριν καὶ πλημμελοῦμεν ἐκτρεπόμενοι, καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπὴν εἰσδεχόμενοι. Μετὰ δὲ τὴν ἀνάστασιν, ἀπολαύει μὲν ἀθανασίας καὶ ἀφθαρσίας τὰ σώματα, ἀπολαύουσι δὲ ἀπαθείας καὶ ἀτρεπτότητος αἱ ψυχαί. Διά τοι τοῦτο καὶ σῶμα λαβὼν καὶ ψυχὴν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, μώμου ταῦτα παντὸς ἐλεύθερα διεφύλαξε, καὶ τὴν ὑπὲρ τοῦ γένους θυσίαν προσήνεγκεν. Διὰ γὰρ δὴ τοῦτο καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν· ἀρχιερεὺς δὲ οὐχ ὡς Θεός, ἀλλ' ὡς ἄνθρωπος κέκληται. Καὶ αὐτὸς προσφέρει μὲν ὡς ἄνθρωπος, δέχεται δὲ τὴν θυσίαν μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ὡς Θεός. Εἰ μὲν γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα μόνον ἐξήμαρτεν, ἔδει τοῦτο μόνον ἀπολαῦσαι τῆς θεραπείας. Ἐπεὶ δὲ οὐ μόνον συνήμαρτεν, ἀλλὰ καὶ προήμαρτεν ἡ ψυχὴ—πρότερος γὰρ ὁ λογισμὸς διαγράφει τὴν ἁμαρτίαν, εἶθ' οὕτως ταύτην διὰ τοῦ σώματος ἐνεργεῖ—· δίκαιον ἦν δήπου καὶ ταύτην τῆς ἰατρείας τυχεῖν. Ἀλλὰ γὰρ παρέλκον ἴσως ἐκ λογισμῶν ποιεῖσθαι τούτου τὰς ἀποδείξεις, τῆς θείας σαφῶς τοῦτο κηρυττούσης Γραφῆς. Καὶ γὰρ Δαβὶδ ὁ θεσπέσιος καὶ ὁ θειότατος Πέτρος διαρρήδην τοῦτο διδάσκουσιν, ὁ μὲν πόρρωθεν προθεσπίζων, ὁ δὲ τὴν πρόρρησιν ἑρμηνεύων. Φησὶ δὲ οὕτω τῶν ἀποστόλων ὁ πρῶτος· Προφήτης ὑπάρχων ὁ Δαβίδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν κατὰ σάρκα τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. Πολλὰ δὲ κατὰ ταὐτὸν ἡμᾶς διὰ τῶν ὀλίγων τούτων ἐξεπαίδευσε λόγων. Πρῶτον μὲν ὡς ἡ ληφθεῖσα φύσις ἐκ τῆς ὀσφύος τοῦ Δαβὶδ κατάγει τὸ γένος· ἔπειτα δὲ ὅτι οὐ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ἀθάνατον ἔλαβε· καὶ πρὸς τούτοις, ὅτι ταῦτα τῷ θανάτῳ παραδέδωκεν, ἃ λαβὼν πάλιν ἀνέστησεν ὡς ἠθέλησεν. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Μεμαθήκαμεν δὲ καὶ ὡς ἡ θεία φύσις ἀθάνατος. Πέπονθε γὰρ τὸ παθητόν, καὶ τὸ ἀπαθὲς μεμένηκεν ἀπαθές. Ἐνηνθρώπησε γὰρ ὁ Θεὸς Λόγος, οὐχ ἵνα παθητὴν ἀποφήνῃ τὴν ἀπαθῆ φύσιν, ἀλλ' ἵνα τῇ παθητῇ φύσει διὰ τοῦ πάθους τὴν ἀπάθειαν δωρήσηται. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις νῦν μέν φησιν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς αἵρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτὴν, νῦν δέ· Διὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων. Καὶ πάλιν· Νῦν ἡ ψυχή μου τετάρακται Καὶ αὖθις· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Καὶ περὶ τοῦ σώματος δέ φησιν· Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καὶ τὰ θεῖα δὲ παραδοὺς μυστήρια, καὶ τὸ σύμβολον κλάσας καὶ διανείμας, ἐπήγαγε· Τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν θρυπτόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ πάλιν· Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ αὖθις· Ἂν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Καί· Ὁ ἐσθίων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν ἐν ἑαυτῷ αἰώνιον. Καὶ ἕτερα δὲ τοιαῦτα μυρία ἔστιν εὑρεῖν, κἀν τῇ Παλαιᾷ κἀν τῇ Καινῇ, καὶ τοῦ σώματος καὶ τῆς ψυχῆς δεικνύντα τὴν πρόσληψιν, καὶ ὡς ἐξ Ἀβραὰμ καὶ Δαβὶδ ἕλκει ταῦτα τὸ γένος. Καὶ Ἰωσὴφ δὲ ὁ Ἀριμαθαῖος τῷ Πιλάτῳ προσελθών, ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ διδάσκει ἡμᾶς διαρρήδην τῶν ἱερῶν Εὐαγγελίων ἡ τετρακτύς, ὅπως τε ἔλαβε τὸ σῶμα, καὶ ὅπως ἐνείλησε τῇ σινδόνι, καὶ ὅπως τῷ τάφῳ παρέδωκεν. Ἐγὼ δὲ θρηνῶ καὶ ὀδύρομαι, ὅτι ἃς πρώην τοῖς τὴν Μαρκίωνος λύμην εἰσδεξαμένοις προσέφερον ἀποδείξεις—καὶ πλείους ἢ μυρίους διὰ τῆς θείας χάριτος πείσας προσήγαγον τῷ παναγίῳ βαπτίσματι—, ταύτας νῦν τοῖς νομισθεῖσιν ὁμοπίστοις ἡ ἐπισκήψασα νόσος προσφέρειν καταναγκάζει. Τίς γὰρ πώποτε περὶ τούτων τοῖς τῆς Ἐκκλησίας τροφίμοις ἀμφισβήτησις γέγονε; Τίς δὲ τῶν ἁγίων Πατέρων οὐ τήνδε τὴν διδασκαλίαν προσήνεγκε; Πλήρη γὰρ ταύτης καὶ τὰ τοῦ μεγάλου Βασιλείου συγγράμματα, καὶ τὰ τῶν ἐκείνου συναγωνιστῶν Γρηγορίου καὶ Ἀμφιλοχίου, καὶ τῶν ἐν τῇ Δύσει διαπρεψάντων ἐν τῇ διδασκαλίᾳ τῆς χάριτος, Δαμάσου τοῦ τῆς μεγάλης Ῥώμης, καὶ Ἀμβροσίου τοῦ Μεδιολάνων, καὶ Κυπριάνου τοῦ Καρχηδόνος, ὃς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδέξατο ὑπὲρ τουτωνὶ τῶν δογμάτων. Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλητος πεντάκις ἐξηλάθη τῆς ποίμνης, καὶ τὴν ὑπερορίαν οἰκεῖν ἠναγκάσθη. Καὶ Ἀλέξανδρος δὲ ὁ ἐκείνου διδάσκαλος ὑπὲρ τούτων ἠγωνίσατο τῶν δογμάτων. Καὶ Εὐστάθιος, καὶ Μελέτιος, καὶ Φλαβιανός, τῆς Ἀνατολῆς οἱ φωστῆρες, καὶ Ἐφραίμ, ἡ τοῦ Πνεύματος λύρα, ὁ τὸ Σύρων ἔθνος ἄρδων ὁσημέραι τοῖς τῆς χάριτος νάμασι, καὶ Ἰωάννης καὶ Ἀττικὸς οἱ τῆς ἀληθείας μεγαλόφωνοι κήρυκες· καὶ οἱ τούτων ἔτι πρεσβύτεροι, Ἰγνάτιος καὶ Πολύκαρπος, καὶ Εἰρηναῖος, καὶ Ἰουστῖνος, καὶ Ἱππόλυτος, ὧν οἱ πλείους οὐκ ἀρχιερέων προλάμπουσι μόνον, ἀλλὰ καὶ τὸν τῶν μαρτύρων διακοσμοῦσι χορόν. Καὶ μὲν δὴ καὶ ὁ νῦν τὴν μεγάλην Ῥώμην ἰθύνων, καὶ τῶν ὀρθῶν δογμάτων τὰς ἀκτῖνας ἐκ τῆς Ἑσπέρας πάντοσε ἐκτείνων ὁ ἁγιώτατος Λέων, τοῦτον ἡμῖν τῆς πίστεως τὸν χαρακτῆρα διὰ τῶν οἰκείων δογμάτων προσήνεγκεν. Οὗτοι πάντες σαφῶς ἐξεπαίδευσαν, ὡς εἷς Υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς καὶ Θεὸς προαιώνιος ἐκ τοῦ Πατρὸς ἀρρήτως γεγεννημένος· καὶ ὡς μετὰ τὴν ἐνανθρώπησιν καὶ Υἱὸς ἀνθρώπου καὶ ἄνθρωπος ἐχρημάτισεν, οὐκ εἰς τοῦτο τραπεὶς—ἄτρεπτον γὰρ ἔχει τὴν φύσιν—, ἀλλὰ προσλαβὼν τὸ ἡμέτερον· καὶ ὅτι αὐτὸς καὶ ἀπαθὴς ἦν, καὶ ἀθάνατος ὡς θεός, καὶ θνητὸς καὶ παθητὸς ὡς ἄνθρωπος· μετὰ δὲ τὴν ἀνάστασιν, καὶ κατὰ τὸ ἀνθρώπειον, καὶ τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν ἐδέξατο. Εἰ γὰρ καὶ μεμένηκε σῶμα τὸ σῶμα, ἀλλ' ἀπαθές ἐστι καὶ ἀθάνατον, καὶ θεῖον ὄντως σῶμα, καὶ θείᾳ δόξῃ δεδοξασμένον· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος ἐδίδαξε Παῦλος· Ἡμῶν γάρ, φησί, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Καὶ οὐκ εἶπε τῇ δόξῃ αὐτοῦ, ἀλλὰ τῷ σώματι τῆς δόξης αὐτοῦ. Καὶ αὐτὸς δὲ ὁ Κύριος εἰπὼν τοῖς ἀποστόλοις· Εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρός, παρέλαβεν αὐτοὺς μετὰ ἓξ ἡμέρας εἰς ὄρος ὑψηλὸν λίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἐγένετο τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λαμπρὰ ὡς τὸ φῶς. Ἐδίδαξε δὲ διὰ τούτων τῆς δευτέρας ἐπιφανείας τὸν τρόπον. Καὶ ὡς ἀπερίγραφος μὲν ἡ ληφθεῖσα φύσις οὐκ ἔστι—τοῦτο γὰρ μόνης τῆς θεότητος ἴδιον—, τὰς δὲ τῆς θείας δόξης ἀφήσει μαρμαρυγάς, καὶ φωτὸς ἀκτῖνας ἐκπέμψει, τῆς ὀπτικῆς αἰσθήσεως ὑπερβαίνουσα τὰ μέτρα. Μετὰ ταύτης ἀνελήφθη τῆς δόξης· οὕτως αὐτὸν ἔφασαν ἥξειν οἱ ἄγγελοι· αὐτῶν γάρ ἐστι φωνή· Οὗτος ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Καὶ τοῖς θείοις δὲ ἀποστόλοις ὀφθεὶς μετὰ τὴν ἀνάστασιν, καὶ χεῖρας αὐτοῖς καὶ πόδας ὑπέδειξε· τῷ δὲ Θωμᾷ καὶ τὴν πλευράν, καὶ τῶν ἥλων καὶ τῆς λόγχης τὰς ὠτειλάς. Διὰ γὰρ δὴ τούτους τοὺς ἄντικρυς ἀρνουμένους τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ μέντοι καὶ τοὺς ἄλλους, οἳ μετὰ τὴν ἀνάστασιν εἰς θεότητός φασι μεταβεβλῆσθαι φύσιν τὴν τοῦ σώματος φύσιν, ἐφύλαξεν ἀκεραίους τῶν ἥλων καὶ τῆς λόγχης τοὺς τύπους. Καὶ τἄλλα σώματα μώμου παντὸς ἐγείρων ἐλεύθερα, τῷ οἰκείῳ σώματι τὰ τῶν παθημάτων σημεῖα κατέλιπεν, ἵνα καὶ τοὺς ἀρνουμένους τοῦ σώματος τὴν ἀνάληψιν διὰ τῶν παθημάτων πλανωμένους ἐλέγξῃ, καὶ τοὺς εἰς ἑτέραν φύσιν μεταβεβλῆσθαι τὸ σῶμα νομίζοντας διδάξῃ διὰ τοῦ τύπου τῶν ἥλων, ὡς ἐπὶ τῶν οἰκείων χαρακτήρων μεμένηκεν. Εἰ δέ τις ἀπόδειξιν ἔχειν οἴεται τοῦ μὴ μεμενηκέναι σῶμα μετὰ τὴν ἀνάστασιν τοῦ Κυρίου τὸ σῶμα, ὡς κεκλεισμένων τῶν θυρῶν πρὸς τοὺς μαθητὰς εἰσελθεῖν, ἀναμνησθήτω πῶς ἐπὶ θαλάσσης ἐβάδισε θνητὸν ἔχων ἔτι τὸ σῶμα, καὶ μέντοι πῶς ἐγεννήθη τῆς παρθενίας ἀκήρατα φυλάξας τὰ σήμαντρα, καὶ αὖ πάλιν πῶς τῶν ἐπιβουλευόντων πολλάκις τὰς χεῖρας διέφυγεν ὑπ' ἐκείνων κεκυκλωμένος. Καὶ τί λέγω τὸν Δεσπότην, ὃς οὐ μόνον ἄνθρωπος ἦν, ἀλλὰ καὶ Θεὸς προαιώνιος, καὶ ῥᾴδιον ἦν αὐτῷ πάντα ποιεῖν ὅσα βούλεται; Εἰπάτωσαν πῶς ὁ Ἁμβακοὺμ ἐκ τῆς Ἰουδαίας εἰς Βαβυλῶνα ἐν ἀκαρεῖ τοῦ χρόνου μετέβη, καὶ διέβη τοῦ λάκκου τὸ κάλυμμα, καὶ τῷ Δανιὴλ προσενήνοχε τὴν τροφήν, καὶ αὖθις ἐπανῆλθε μὴ διαφθείρας τοῦ λάκκου τὰ σήμαντρα. Ἀλλὰ μανία σαφής, καὶ τῶν Δεσποτικῶν θαυμάτων τοὺς τρόπους ἀνερευνᾶν. Προσήκει δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις εἰδέναι, ὡς μετὰ τὴν ἀνάστασιν καὶ τὰ ἡμέτερα σώματα ἄφθαρτα ἔσται. Καὶ ἀθάνατα, καὶ τοῦ γεώδους ἀπαλλαττόμενα κοῦφα γίνεται καὶ μετάρσια. Καὶ τοῦτο διαρρήδην σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος Παῦλος. Σπείρεται γάρ, φησίν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Καὶ ἀλλαχοῦ· Ἁρπαγησόμεθα, φησίν, ἐν νεφέλαις εἰς ἀέρα, εἰς ἀπάντησιν τοῦ Κυρίου. Εἰ δὲ τὰ τῶν ἁγίων σώματα κοῦφα γίνεται καὶ μετάρσια, καὶ ῥᾳδίως τὸν ἀέρα διαπερᾷ, οὐ δεῖ θαυμάζειν, εἰ τὸ Δεσποτικὸν σῶμα, τὸ τῇ θεότητι τοῦ Μονογενοῦς ἡνωμένον, μετὰ τὴν ἀνάστασιν γεγενημένον ἀθάνατον κεκλεισμένων τῶν θυρῶν εἰσελήλυθε. Καὶ μυρίας δὲ ἑτέρας καὶ προφητικὰς καὶ ἀποστολικὰς μαρτυρίας παραγαγεῖν εὐπετές. Ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα δεῖξαι τὸν τῆς ἡμετέρας διδασκαλίας σκοπόν. Πιστεύομεν γὰρ εἰς ἕνα Πατέρα, εἰς ἕνα Υἱόν, εἰς ἓν ἅγιον Πνεῦμα· καὶ ὁμολογοῦμεν μίαν θεότητα, μίαν κυριότητα, μίαν οὐσίαν, τρεῖς ὑποστάσεις. Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογενοῦς τὸν τῆς Τριάδος οὐκ ηὔξησεν ἀριθμόν, καὶ τετράδα τὴν Τριάδα πεποίηκεν, ἀλλὰ μεμένηκεν καὶ μετὰ τὴν ἐνανθρώπησιν Τριὰς ἡ Τριάς. Ἐνανθρωπῆσαι δὲ πιστεύοντες τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, οὐκ ἀρνούμεθα ἣν ἔλαβε φύσιν, ἀλλ' ὁμολογοῦμεν, ὡς ἔφην, καὶ τὴν λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. Ἡ γὰρ ἕνωσις οὐ συνέχεε τὰ τῶν φύσεων ἴδια. Εἰ γὰρ ὁ ἀὴρ ὅλος δι' ὅλου τὸ φῶς εἰσδεχόμενος οὐκ ἀπόλλυσι τὸ εἶναι ἀήρ, οὔτε μὴν τοῦ φωτὸς διαφθείρει τὴν φύσιν, ἀλλὰ τοῖς μὲν ὀφθαλμοῖς ὁρῶμεν τὸ φῶς, τῇ δὲ ἁφῇ τὸν ἀέρα γινώσκομεν—ἢ γὰρ ψυχρὸς ἡμῖν, ἢ θερμός, ἢ ὑγρός, ἢ ξηρὸς προσπελάζει—ἀνοίας ἐσχάτης σύγχυσιν ἀποκαλεῖν τὴν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἕνωσιν. Εἰ γὰρ αἱ ὁμόδουλοι καὶ ὁμόχρονοι καὶ κτισταὶ φύσεις ἑνούμεναι, καὶ οἱονεὶ κεραννύμεναι ἀκέραιοι διαμένουσι, καὶ τοῦ φωτὸς ὑποχωροῦντος μένει καθ' αὑτὴν τοῦ ἀέρος ἡ φύσις, πολλῷ δήπουθεν δικαιότερον, τὴν τὰ πάντα τεκτηναμένην φύσιν τῇ ἐξ ἡμῶν ληφθείσῃ συναφθεῖσάν τε καὶ ἑνωθεῖσαν φύσει, καὶ αὐτὴν ἀκραιφνῆ μεμενηκέναι ὁμολογεῖν, καὶ ἣν ἔλαβεν ὡσαύτως ἀκεραίαν διαφυλάξαι. Καὶ γὰρ καὶ ὁ χρυσὸς τῷ πυρὶ προσομιλῶν μεταλαμβάνει μὲν τῆς τοῦ πυρὸς καὶ χρόας καὶ ἐνεργείας, τὴν δὲ οἰκείαν οὐκ ἀπόλλυσι φύσιν, ἀλλὰ καὶ μένει χρυσός, καὶ ἐνεργεῖ τὰ πυρός. Οὕτω καὶ τὸ Δεσποτικὸν σῶμα, σῶμα μὲν ἔστιν, ἀλλ' ἀπαθές, ἄφθαρτον, καὶ ἀθάνατον, καὶ Δεσποτικόν, καὶ θεῖον, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον. Οὐ γὰρ κεχώρισται τῆς θεότητος, οὐδὲ ἄλλου τινός ἐστιν, ἀλλ' αὐτοῦ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἕτερον ἡμῖν ἐπιδείκνυσι πρόσωπον, ἀλλ' αὐτὸν τὸν Μονογενῆ τὴν ἡμετέραν περικείμενον φύσιν. Ταύτην ἡμεῖς τὴν διδασκαλίαν διατελοῦμεν κηρύττοντες. Οἱ δὲ τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν ἀρνούμενοι αἱρετικοὺς ἡμᾶς προσηγόρευσαν, προσόμοιόν τι ταῖς γυναιξὶ ταῖς ἀκολάστοις ποιοῦντες. Καὶ γὰρ ἐκεῖναι δημοσίᾳ πωλοῦσαι τὴν ὥραν, τοῖς ἑταιρικοῖς ὀνείδεσι τὰς σώφρονας περιβάλλουσι, καὶ τὰ τῆς οἰκείας ἀσελγείας ὀνόματα ταῖς τὴν ἀσέλγειαν βδελυττομέναις περιτιθέασι. Τοῦτο καὶ ἡ Αἰγυπτία πεποίηκε. Τὴν γὰρ τῆς αἰσχρᾶς ἐπιθυμίας δουλείαν ἀσπασαμένη, καὶ τὴν ἀνδραποδώδη κολακείαν προσενεγκοῦσα τῷ σώφρονι, εἶτα μὴ δελεάσασα, μηδὲ ταῖς τῆς ἡδυπαθείας περιπείρασα πάγαις, ἀλλοτρίας εὐνῆς ἀπεκάλει λῃστὴν τῆς σωφροσύνης τὸν ἐραστήν. Ἀλλ' οὗτοι μὲν δώσουσι τῷ Θεῷ τὰς εὐθύνας, καὶ τῶν κατὰ τῆς πίστεως μηχανημάτων, καὶ τῶν καθ' ἡμῶν σκευωρημάτων. Ἐγὼ δὲ τοὺς ὑπηγμένους ταῖς γεγενημέναις ψευδολογίαις παρακαλῶ, θατέραν ταῖν ἀκοαῖν τῷ κατηγορουμένῳ φυλάττειν, καὶ μὴ τὰς δύο τοῖς κατηγοροῦσιν ὑπέχειν. Οὕτω γὰρ τὸν θεῖον πληρώσουσι νόμον, ὃς διαρρήδην βοᾷ· Ἀκοὴν ματαίαν οὐ παραδέξῃ, καὶ· Κρίσιν δικαίαν κρίνετε ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ. Διὰ γὰρ δὴ τούτων ὁ θεῖος νόμος παρεγγυᾷ μὴ πιστεύειν ταῖς κατὰ τῶν ἀπόντων διαβολαῖς ἀλλὰ παροῦσι τοῖς κατηγορουμένοις δικάζειν.