Ancient Greek
Letter 147
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 96-147) 147.1
Not analysed yet
ΙΩΑΝΝῌ ΟΙΚΟΝΟΜῼ. Ἐμοὶ μὲν ἡσυχία θυμήρης καὶ βίος φροντίδων ἐλεύθερος. Διά τοι τοῦτο καὶ τοῦ μοναστηρίου τὴν αὔλειον ἀνῳκοδόμησα θύραν, καὶ τῶν γνωρίμων τὰς συντυχίας ἐκκλίνω. Ἐπειδὴ δὲ καινοτομίαν κατὰ τῆς εὐαγγελικῆς πίστεως κινεῖσθαι μεμάθηκα, οὐκ ἀκίνδυνον ὑπολαμβάνω τὴν σιωπήν. Εἰ γὰρ ἀνθρώπου βασιλεύειν λαχόντος παρά τινων ὑβρισθέντος, οὐ κατὰ τῶν ὑβρικότων μόνον, ἀλλὰ καὶ κατὰ τῶν παρατετυχηκότων μέν, ἥκιστα δὲ τοὺς πεπαρῳνηκότας ἀμυναμένων κίνδυνος ἐπῃώρηται, ποίαν οὐκ ἂν δικαίως κόλασιν ὑποσταῖεν οἱ τὰς κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τολμωμένας βλασφημίας παρορᾶν ἀνεχόμενοι; Τοῦτό με τὸ δέος ἐπὶ τοῦ παρόντος ἠνάγκασε γράψαι νῦν καὶ δηλῶσαι ἃ παρά τινων καινοτομεῖσθαι μεμάθηκα. Πολλοὶ γάρ, ὥς τινές φασιν, ἐν τῇ πόλει θρυλοῦσιν ὡς πρεσβυτέρων τινῶν προσευξαμένων, καὶ τὸ σύνηθες τέλος ἐπιτεθεικότων τῇ προσευχῇ, καὶ τῶν μὲν εἰρηκότων ὅτι σοὶ πρέπει δόξα, καὶ τῷ Χριστῷ σου, καὶ τῷ ἁγίῳ σου Πνεύματι· τῶν δέ· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Χριστοῦ σου, μεθ' οὗ σοὶ πρέπει δόξα σὺν τῷ ἁγίῳ σου Πνεύματι, ἐπέσκηψεν ὁ σοφώτατος ἀρχιδιάκονος μὴ χρῆναι λέγειν τὸν Χριστόν, ἀλλὰ τὸν Μονογενῆ δοξάζειν. Εἰ δὲ τοῦτο ἀληθές, οὐδεμίαν ἀσεβείας ὑπερβολὴν καταλείπει. Ἢ γὰρ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸν μονογενῆ μὲν Υἱὸν ὑπολαμβάνει γνήσιόν τε καὶ φύσει γεγενημένον, τὸν δὲ Χριστὸν εἰσποιητόν τε καὶ νόθον, καὶ διὰ τοῦτο δοξολογίας ἀνάξιον· ἢ πειρᾶται κρατύνειν τὴν νῦν εἰσκωμάσασαν αἵρεσιν. Καὶ εἰ μὲν παγχάλεπος ἐπέκειτο κλύδων, ἐτόπασεν ἄν τις, αὐτὸν δεδοικότα τὴν δυναστείαν τῶν γεγεννηκότων τὴν αἵρεσιν, τῷ καιρῷ τὴν βλασφημίαν χαρίζεσθαι. Ἐπειδὴ δὲ ὁ βλασφημούμενος ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάττῃ, καὶ ταῖς χειμαζομέναις Ἐκκλησίαις παρέσχε γαλήνην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ τῶν ἀποστόλων καταγγέλλεται κήρυγμα, ποίαν ἔχει χώραν ἡ βλασφημία; Ἀλλὰ γὰρ οὐδὲ οἱ τὴν μίαν φύσιν σαρκὸς καὶ θεότητος τοῖς ἐκκλησιαστικοῖς νῦν κακῶς κατασπείραντες δόγμασιν ἀπηγόρευσαν τὸν Δεσπότην ὑμνεῖσθαι Χριστόν· καὶ ῥᾴδιον αὐτὸ τοῦτο μαθεῖν παρὰ τῶν ἐκεῖθεν ἐπανεληλυθότων. Ἐχρῆν δὲ αὐτὸν τῆς ἐκκλησιαστικῆς προστατεύοντα τάξεως τὴν θείαν εἰδέναι Γραφὴν καὶ μαθεῖν ἐκ ταύτης, ὅτι καθάπερ τὸν μονογενῆ Υἱὸν τῷ Πατρὶ συντάττουσιν οἱ τῆς ἀληθείας κήρυκες, οὕτω δὴ πάλιν τὴν τοῦ Χριστοῦ προσηγορίαν ἀντὶ τῆς Υἱὸς τιθέντες, ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Πνεύματι τῷ παναγίῳ συναριθμοῦσιν, ἐπειδὴ οὐκ ἄλλος ἐστὶν ὁ Χριστὸς παρὰ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. Καὶ ἔστιν ἀκοῦσαι τοῦ θειοτάτου Παύλου Κορινθίοις μὲν ἐπιστέλλοντος, τὴν δὲ οἰκουμένην διδάσκοντος ὅτι Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ τὸν αὐτὸν καὶ Χριστόν, καὶ Ἰησοῦν, καὶ Κύριον, καὶ τῶν ὅλων Δημιουργὸν ὀνομάζοντος. Καὶ Θεσσαλονικεῦσι δὲ γράφων οὕτως ἔφη· Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ἐν δὲ τῇ δευτέρᾳ τῇ πρὸς τούτους Ἐπιστολῇ καὶ προτέταχε τὸν Χριστὸν τοῦ Πατρός, οὐ τὴν τάξιν ἀνατρέπων, ἀλλὰ διδάσκων, ὡς ἡ τάξις τῶν ὀνομάτων οὐκ ἀξιωμάτων καὶ φύσεων διδάσκει διαφοράν. Λέγει δὲ οὕτως· Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Ἐν δέ γε τῷ τέλει τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς, τινὰ παραινέσας ἐπεισήγαγεν· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος. Εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν Υἱὸν ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν αὐτὸν προέταξε τοῦ παναγίου Πνεύματος. Κορινθίοις δὲ γράφων, ἐν αὐτῷ γε τῷ προοιμίῳ, μόνου τοῦ Χριστοῦ τὸ ὄνομα τέθεικεν, ὡς ἀρκοῦν καὶ μόνον τοὺς πιστεύοντας καταιδέσαι· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες. Καὶ δὶς δὲ αὐτοῖς ἐπιστείλας, τοῦτο τοῖς γράμμασιν ἐντέθεικε τέλος· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν. Καὶ προτέθεικεν ἐνταῦθα οὐ μόνον τοῦ Πνεύματος, ἀλλὰ καὶ αὐτοῦ τοῦ Πατρός, τὴν τοῦ Χριστοῦ προσηγορίαν. Τοῦτο δὲ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῆς μυστικῆς ἐστι λειτουργίας προοίμιον. Προσήκει τοίνυν κατὰ τὸν θαυμάσιον τοῦτον νόμον, καὶ ἐκ τῶν μυστικῶν ἀπολειφθῆναι γραμμάτων τὸ σεπτότατον ὄνομα τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλὰ γὰρ περιττὸν περὶ τούτου μηκύνειν. Ἕκαστον γὰρ Ἐπιστολῆς προοίμιον ὁ θεῖος Ἀπόστολος τῇδε τῇ προσηγορίᾳ λαμπρύνει, νῦν μὲν λέγων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, νῦν δέ· Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ· καί· Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ. Καὶ τῷ προοιμίῳ τὴν εὐλογίαν συνάπτων, ἐκ ταύτης ταύτην ἀρύεται τῆς πηγῆς, καὶ τῷ Θεῷ καὶ Πατρὶ τὴν τοῦ Υἱοῦ προσηγορίαν συζεύγνυσι λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Καὶ τῶν Ἐπιστολῶν δὲ τὰ τέλη τῇδε τῇ εὐλογίᾳ διακοσμεῖ· Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Καὶ ἑτέρας δὲ παμπόλλας ἔστιν εὑρεῖν μαρτυρίας, δι' ὧν καταμαθεῖν εὐπετές, ὡς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἄλλο πρόσωπόν ἐστι παρὰ τὸν Υἱὸν τῆς Τριάδος πληρωτικόν. Ὁ γὰρ αὐτὸς πρὸ μὲν τῶν αἰώνων Υἱὸς ἦν μονογενὴς καὶ Θεὸς Λόγος, μετὰ δὲ τὴν ἐνανθρώπησιν ὠνομάσθη καὶ Ἰησοῦς καὶ Χριστός, ἀπὸ τῶν πραγμάτων τὰς προσηγορίας δεξάμενος. Ἰησοῦς μὲν γὰρ Σωτὴρ ἑρμηνεύεται· Καλέσεις γὰρ τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. Χριστὸς δὲ κέκληται, ὡς κατὰ τὸ ἀνθρώπειον τῷ Πνεύματι τῷ παναγίῳ χρισθείς, καὶ χρηματίσας ἀρχιερεὺς ἡμῶν, καὶ ἀπόστολος, καὶ προφήτης, καὶ βασιλεύς. Μωϋσῆς μὲν γὰρ ὁ θεσπέσιος βοᾷ πόρρωθεν· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Ὁ δὲ θεῖος Δαβὶδ κέκραγεν λέγων· Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Βεβαιοῖ δὲ τὴν προφητείαν ὁ θεῖος Ἀπόστολος καὶ πάλιν· Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Ὅτι δὲ καὶ βασιλεύς ἐστι προαιώνιος ὡς Θεός, ἡ προφητικὴ πάλιν ἡμᾶς μελῳδία διδάσκει· Ὁ θρόνος σου γάρ, φησίν, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ὑποδείκνυσι δὲ ἡμῖν καὶ τὸ ἀνθρώπειον αὐτοῦ κράτος. Ἔχων γὰρ τῶν ὅλων τὴν δεσποτείαν ὡς Θεὸς καὶ δημιουργός, λαμβάνει ταύτην ὡς ἄνθρωπος. Οὗ δὴ χάριν ἐπήγαγεν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ ἐν τῷ δευτέρῳ γέ φησιν ψαλμῷ αὐτὸς ὁ χρισθείς· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ταῦτα δὲ ὡς ἄνθρωπος εἴρηκεν. Ὡς γὰρ ἄνθρωπος λαμβάνει ἅπερ ἔχει ὡς Θεός. Καὶ ἐν αὐτῷ γε τῷ τοῦ ψαλμοῦ προοιμίῳ τῷ Θεῷ καὶ Πατρὶ συνέταξεν αὐτὸν ἡ προφητικὴ χάρις. Ἵνα τί γάρ, φησίν, ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Μηδεὶς τοίνυν ἀνοήτως ἄλλον τινὰ τὸν Χριστὸν νομιζέτω παρὰ τὸν Υἱὸν τὸν μονογενῆ· μηδὲ σοφωτέρους ἑαυτοὺς ὑπολάβωμεν τῆς τοῦ Πνεύματος χάριτος. Ἀλλ' ἀκούσωμεν τοῦ μεγάλου Πέτρου βοῶντος· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ἀκούσωμεν τοῦ Δεσπότου Χριστοῦ, τήνδε τὴν ὁμολογίαν κρατύνοντος. Ἐπὶ ταύτῃ γάρ, ἔφη, τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Διά τοι τοῦτο καὶ Παῦλος ὁ πάνσοφος, ὁ τῶν Ἐκκλησιῶν ἄριστος ἀρχιτέκτων, οὐχ ἕτερον, ἀλλὰ τοῦτον αὐτὸν κατέπηξεν τὸν θεμέλιον. Ἐγὼ γάρ, φησίν, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Πῶς τοίνυν ἕτερον ἐπινοοῦσι θεμέλιον, οὐ πηγνύναι θεμέλιον, ἀλλ' ἐποικοδομεῖν τῷ κειμένῳ προστεταγμένοι; Ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ τὸν Χριστὸν οἶδε θεμέλιον, καὶ ταύτῃ τῇ προσηγορίᾳ λαμπρύνεται. Καὶ νῦν μέν φησι· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Νῦν δέ· Ἐμοὶ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος. Καὶ πάλιν· Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ μικρὸν πρὸ τούτων· Ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς τε κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Καὶ Γαλάταις μὲν ἐπιστέλλων ἔφη· Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. Κορινθίοις δὲ γράφων οὐκ εἶπεν, ὅτι Ἡμεῖς μὲν κηρύττομεν τὸν Υἱόν, ἀλλὰ Χριστὸν ἐσταυρωμένον· οὐκ ἐναντία ποιῶν οἷς προσετάχθη, ἀλλὰ τὸν αὐτὸν εἰδὼς καὶ Ἰησοῦν, καὶ Χριστόν, καὶ Κύριον, καὶ Μονογενῆ, καὶ Θεὸν Λόγον. Τούτου δὴ χάριν καὶ Ῥωμαίοις γράφειν ἀρξάμενος δοῦλον ἑαυτὸν ὠνόμασεν Ἰησοῦ Χριστοῦ. Εἶπε δέ, ἀφωρίσθαι εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, καὶ τὰ ἑξῆς. Καὶ τὸν αὐτὸν ἐκάλεσε καὶ Ἰησοῦν Χριστόν, καὶ υἱὸν τοῦ Δαβὶδ κατὰ σάρκα, καὶ Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν καὶ τῶν ὅλων Δεσπότην. Καὶ μέντοι κἀν τῷ μέσῳ τῆς Ἐπιστολῆς Ἰουδαίων μνημονεύσας, ἐπήγαγεν· Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Καὶ τὸν αὐτὸν κατὰ σάρκα μὲν ἐξ Ἰουδαίων ἔφη κατάγειν τὸ γένος, αἰώνιον δὲ εἶναι Θεόν, καὶ πάντων ὁμοῦ τῶν γενητῶν Δεσπότην παρὰ τῶν εὐγνωμόνων ὑμνούμενον. Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν προσήνεγκεν καὶ δι' ὧν τῷ θαυμασίῳ γέγραφε Τίτῳ. Προσδεχόμενοι γάρ, φησί, τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφανείαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ τὸν αὐτὸν καὶ Σωτῆρα, καὶ μέγαν θεόν, καὶ Ἰησοῦν Χριστὸν προσηγόρευσε. Καὶ ἀλλαχοῦ· Ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Καὶ μέντοι καὶ τοῖς ποιμέσιν ὁ τῶν ἀγγέλων ἔφη χορός· Ἰδοὺ τίκτεται ὑμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει Δαβίδ. Ἀλλὰ γὰρ παρέλκον πάσας τὰς τοιαύτας συλλέγειν μαρτυρίας ἀνδράσι γράφοντα τοῖς μελετῶσιν ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτός· ἀποχρῶσί τε αὗται πεῖσαι καὶ τοὺς ἄγαν δυσπειθεστάτους τὰς θείας μὴ μερίζειν προσηγορίας. Ἐκεῖνο μέντοι παραλιπεῖν οὐκ ἀνέξομαι. Φασὶ γὰρ αὐτὸν εἰρηκέναι, χριστοὺς μὲν εἶναι πολλούς, Υἱὸν δὲ ἕνα. Τοῦτο δὲ ἐξ ἀγνοίας αὐτὸν ὑπείληφα πλημμελεῖν. Εἰ γὰρ τὴν θείαν ἀνέγνω Γραφήν, ἐγνώκει ἂν ὡς καὶ τὴν τοῦ Υἱοῦ προσηγορίαν πολλοῖς ὁ μεγαλόδωρος Δεσπότης δεδώρηται. Μωϋσῆς μὲν γὰρ ὁ νομοθέτης, ὁ τὴν παλαιὰν ἱστορίαν συγγράψας, φησίν· Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον αὑτοῖς ἐξ αὐτῶν γυναῖκας. Αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς πρὸς τοῦτον ἔφη τὸν προφήτην· Εἰπὲ πρὸς Φαραώ· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Κἀν τῇ ᾨδῇ δὲ τῇ μεγάλῃ· Εὐφράνθητε, φησίν, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ. Διὰ δὲ Ἡσαίου τοῦ προφήτου φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ διὰ τοῦ τρισμακαρίου Δαβίδ· Ἐγώ, φησίν, εἶπα· θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ὁ δὲ πάνσοφος Παῦλος Ῥωμαίοις μὲν γέγραφεν οὕτως· Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ Πατήρ. Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Γαλάταις δὲ ἐπιστέλλων οὕτως ἔφη· Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. Ταῦτα δὲ καὶ Ἐφεσίους ἐδίδαξεν· Ἐν ἀγάπῃ γάρ, φησί, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Εἰ τοίνυν, ἐπεὶ κοινόν ἐστι τὸ ὄνομα τοῦ Χριστοῦ, δοξάζειν οὐ δεῖ τὸν Χριστὸν ὡς Θεόν, μηδὲ ὡς Υἱὸν αὐτὸν προσκυνήσομεν· πολλοὶ γὰρ καὶ τοῦδε μετέλαχον τοῦ ὀνόματος. Καὶ τί λέγω τοῦ Υἱοῦ; αὐτὴν γὰρ τὴν Θεὸς προσηγορίαν πολλοὶ μὲν ἔλαβον τοῦ Θεοῦ δεδωκότος. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καί· Ἐγὼ εἶπα· θεοί ἐστε. Καί· Θεοὺς οὐ κακολογήσεις. Πολλοὶ δὲ καὶ ἁρπάσαντες τήνδε τὴν κλῆσιν ἐσχήκασιν. Οἱ γὰρ τοὺς ἀνθρώπους ἐξαπατήσαντες δαίμονες τοῖς εἰδώλοις τήνδε τὴν προσηγορίαν ἐπέθεσαν. Οὗ δὴ χάριν Ἰερεμίας βοᾷ· Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ προσώπου τοῦ οὐρανοῦ. Καὶ πάλιν· Ἐποίησαν ἑαυτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς. Καὶ ὁ Ἡσαΐας κωμῳδήσας τὴν τῶν εἰδώλων κατασκευήν, εἰρηκὼς ὅτι Τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον φῶς, καὶ ἐπήγαγε· Τὸ δὲ λοιπὸν ἔγλυψεν ὡς Θεόν, καὶ προσκυνεῖ αὐτῷ λέγων· Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ. Οὗ δὴ χάριν αὐτοὺς ὀδυρόμενος λέγει· Γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν· Καὶ ὁ μελοποιὸς δὲ Δαβὶδ ψάλλειν ἡμᾶς ἐδίδαξεν· Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. Ἀλλὰ τὸ τῶν ὀνομάτων ὁμώνυμον οὐδὲν τοῖς εὐσεβεῖν ἐπισταμένοις λυμαίνεται. Ἴσμεν γὰρ ὡς οἱ δαίμονες ψευδῶς σφίσιν τε αὐτοῖς καὶ τοῖς εἰδώλοις τὴν θείαν προσηγορίαν ἐπέθεσαν. Οἱ δὲ ἅγιοι χάριτι ταύτην ἐδέξαντο τὴν τιμήν· ἀληθῶς δὲ καὶ φύσει Θεὸς ὁ τῶν ὅλων Θεός, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός, καὶ τὸ πανάγιον Πνεῦμα. Καὶ τοῦτο σαφῶς ὁ πανεύφημος ἐδίδαξεν ἡμᾶς Παῦλος. Φησὶ δὲ οὕτως· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί, ἀλλ' ἡμῖν εἶς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Καὶ Πνεῦμα δὲ Θεοῦ τὸ πανάγιον καλεῖται Πνεῦμα· ἀλλὰ καὶ ἡ τοῦ ἀνθρώπου ψυχή. Ἐξελεύσεται γάρ, φησί, τὸ Πνεῦμα αὐτοῦ. Καί· Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον. Καὶ τοὺς ἀγγέλους δὲ πνεύματα προσηγόρευσεν ὁ ὑμνοποιὸς Δαβίδ. Ὁ ποιῶν γάρ, φησί, τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα. Καὶ τί λέγω τοὺς ἀγγέλους καὶ τὰς τῶν ἀνθρώπων ψυχάς; Καὶ γὰρ τοὺς δαίμονας οὕτως ὁ Δεσπότης ὠνόμασε. Παραλήψεται γάρ, φησίν, ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελεύσεται εἰς αὐτόν, καὶ ἔσται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Ἀλλ' οὐδὲ ἡ ὁμωνυμία τὸν εὐσεβῆ λωβᾶται. Εἷς γὰρ φύσει Θεὸς ὁ Πατήρ, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός, καὶ τὸ πανάγιον αὐτοῦ Πνεῦμα· καὶ εἷς φύσει Υἱός, τοῦ Θεοῦ μονογενής, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ ἓν Πνεῦμα ἅγιον ὃ Παράκλητος, ὃς πληροῖ τῆς Τριάδος τὸν ἀριθμόν. Οὕτω πολλῶν ὀνομαζομένων πατέρων ἕνα προσκυνοῦμεν Πατέρα, τὸν πρὸ τῶν αἰώνων Πατέρα, τὸν καὶ ταύτην τοῖς ἀνθρώποις τὴν ἐπίκλησιν δεδωκότα, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Κάμπτω γάρ, φησί, τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Μὴ τοίνυν τῷ ἄλλους ὀνομάζεσθαι χριστοὺς ἀποστερήσωμεν ἑαυτοὺς τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνήσεως. Ὡς γὰρ πολλῶν ὠνομασμένων θεῶν τε καὶ πατέρων, εἷς ἐστιν ὁ ἐπὶ πάντων Θεὸς καὶ πρὸ αἰώνων Πατήρ, καὶ πολλῶν κεκλημένων υἱῶν, εἷς ὁ ἀληθινὸς καὶ φύσει Υἱός, καὶ πολλῶν προσηγορευμένων πνευμάτων, ἕν ἐστι τὸ πανάγιον Πνεῦμα, οὕτω πολλῶν κληθέντων χριστῶν, εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. Μάλα δὲ εἰκότως ἡ Ἐκκλησία τοῦδε ἐξήρτηται τοῦ ὀνόματος. Ἤκουσε γὰρ τοῦ νυμφοστόλου Παύλου βοῶντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ πάλιν· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν, ὡς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Καὶ αὖθις εἰπών· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ἐπήγαγε· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Ἄκουσον αὐτοῦ λέγοντος· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Καὶ ἑτέρωθι· Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε· Καὶ ἀλλαχοῦ· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καὶ πάλιν· Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ταῦτα καὶ τὰ τούτοις προσόμοια μεμαθηκότες οἱ τῶν θείων δωρεῶν τετυχηκότες, ἔρωτι τοῦ φιλοδώρου Δεσπότου, καὶ τὴν τριπόθητον αὐτοῦ προσηγορίαν ἐν τῷ στόματι περιφέρουσι, καὶ τὰ τοῦ ᾌσματος τῶν ᾀσμάτων βοῶσιν· Ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. Πρὸς δὲ τούτοις καὶ τὴν ἐπέραστον προσηγορίαν ἣν ἔχομεν ἐκ τῆς τοῦ Χριστοῦ προσηγορίας ἐλάβομεν. Χριστιανοὶ γὰρ ὀνομαζόμεθα. Περὶ τούτου τοῦ ὀνόματος προαγορεύων ὁ τῶν ὅλων ἔφη Θεός· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Τούτου δὴ χάριν διαφερόντως ἡ Ἐκκλησία τῆσδε τῆς προσηγορίας ἐξήρτηται. Ὅτε γὰρ ἐνανθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, τότε Χριστὸς ὠνομάσθη, τότε τῶν ἀνθρώπων ἡ φύσις τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἐδέξατο, τότε τῆς ἀληθείας οἱ κήρυκες τὴν οἰκουμένην κατηύγασαν. Οἱ μέντοι τῆς Ἐκκλησίας διδάσκαλοι ἀδιαφόρως ἀεὶ ταῖς τοῦ Μονογενοῦς προσηγορίαις ἐχρήσαντο. Ποτὲ μὲν γὰρ δοξάζουσι τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα· ποτὲ δὲ τὸν Πατέρα σὺν τῷ Χριστῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἀλλ' ὅμως οὐδεμίαν ἔχει κατὰ τὴν διάνοιαν τοῦτο πρὸς ἐκεῖνο διαφοράν. Διά τοι τοῦτο τοῦ Κυρίου προστεταχότος βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὁ τρισμακάριος Πέτρος τοῖς τὸ κήρυγμα δεδεγμένοις, ἐρομένοις τί χρὴ ποιῆσαι· Πιστεύσατε, ἔφη, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὡς ταυτησὶ τῆς προσηγορίας πᾶσαν ἐχούσης τοῦ θείου κηρύγματος τὴν δύναμιν. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ μέγας Βασίλειος, ὁ τῆς Καππαδοκῶν, μᾶλλον δὲ τῆς οἰκουμένης φωστήρ· ἔφη δὲ οὕτως· Ἡ γὰρ τοῦ Χριστοῦ προσηγορία τοῦ παντός ἐστιν ὁμολογία. Δηλοῖ γὰρ τὸν Πατέρα τὸν χρίσαντα, τὸν Υἱὸν τὸν χρισθέντα, τὸ Πνεῦμα τὸ ἅγιον ᾧ ἐχρίσθη. Καὶ οἱ ἐν Νικαίᾳ δὲ συνεληλυθότες τρισμακάριοι Πατέρες, εἰπόντες χρῆναι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα, ἐπήγαγον· Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ· διδάσκοντες ὡς ὁ Κύριος Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. Χρὴ δὲ κἀκεῖνο προσθεῖναι τοῖς εἰρημένοις, ὡς οὐ χρὴ λέγειν· μετὰ τὴν ἀνάληψιν οὐκ ἔστι Χριστὸς ὁ Δεσπότης Χριστός, ἀλλὰ Υἱὸς μονογενής. Μετὰ γὰρ δὴ τὴν ἀνάληψιν καὶ τὰ θεῖα Εὐαγγέλια συνεγράφη, καὶ ἡ τῶν πράξεων ἱστορία, καὶ αἱ τοῦ Ἀποστόλου Ἐπιστολαί. Μετὰ τὴν ἀνάληψιν ὁ θεῖος βοᾷ Παῦλος· Ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν Χριστόν, τὸν Κύριον ἡμῶν, κρατῶμεν τῆς ὁμολογίας. Καὶ πάλιν· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Καὶ αὖθις περὶ τῆς εἰς τὸν Θεὸν ἐλπίδος εἰπών τινα ἐπήγαγεν· Ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Καὶ τῷ μακαρίῳ δὲ Τίτῳ περὶ τῆς δευτέρας γράφων ἐπιφανείας, οὕτως εἶπε· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ Θεσσαλονικεῦσι δὲ τὰ παραπλήσια γέγραφεν· Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Καὶ πάλιν· Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Καὶ αὖθις δὲ τοῖς αὐτοῖς ἐπιστείλας καὶ ταῦτα τέθεικεν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν. Καὶ μετ' ὀλίγα δέ, τοῦ Ἀντιχρίστου τὸν ὄλεθρον προθεσπίζων, ἐπήγαγεν· Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ. Καὶ Ῥωμαίους δὲ εἰς ὁμόνοιαν προτρέψας καὶ ταῦτα προστέθεικε· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Καὶ αὐτὸς δὲ ὁ Κύριος, τὴν δευτέραν αὑτοῦ παρουσίαν προαγορεύων, πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα εἴρηκε· Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται εἰς δυσμάς, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Καὶ μετὰ τὴν τοῦ σώματος ἀθανασίαν καὶ ἀφθαρσίαν, Υἱὸν ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν, ἀπὸ τῆς ὁρωμένης φύσεως ὀνομάσας. Αὕτη γὰρ καὶ τότε φανήσεται. Ἡ γὰρ θεία φύσις καὶ ἀγγέλοις ἀόρατος. Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν. Καὶ τῷ μεγάλῳ Μωϋσεῖ ἔφη· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Τὸ γάρ· Οὐδένα οἴδαμεν κατὰ σάρκα, εἰ δὲ καὶ ἐγνώκαμεν Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν· οὐκ εἰς ἀναίρεσιν τῆς ληφθείσης φύσεως ὁ θεῖος εἶπεν Ἀπόστολος, ἀλλ' εἰς βεβαίωσιν τῆς ἐσομένης ἡμῖν ἀφθαρσίας τε καὶ ἀθανασίας, καὶ πνευματικῆς ζωῆς. Οὗ δὴ χάριν ἐπήγαγεν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ ἐσόμενα ὡς γεγενημένα εἴρηκεν. Οὐδέπω γὰρ τῆς ἀθανασίας ἐτύχομεν, τευξόμεθα δέ, καὶ τυχόντες οὐκ ἀσώματοι γενησόμεθα, ἀλλ' ἀθανασίαν ἐνδυσόμεθα. Οὐ θέλομεν γάρ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. Καὶ πάλιν· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Οὕτω τοίνυν τὸν Κύριον οὐκ ἀσώματον εἴρηκεν, ἀλλ' ἄφθαρτον εἶναι καὶ τὴν ὁρωμένην φύσιν, καὶ ἀθάνατον, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένην πιστεύειν ἐδίδαξε. Τοῦτο γὰρ ἐν τῇ πρὸς Φιλιππησίους σαφέστερον ἡμᾶς ἐξεπαίδευσεν. Ἡμῶν γάρ, ἔφη, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Ἐναργῶς δὲ διὰ τούτων ἐδίδαξεν, ὅτι σῶμα μὲν ἔστι τὸ Δεσποτικὸν σῶμα, θεῖον δὲ σῶμα, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον. Μὴ τοίνυν φύγωμεν προσηγορίαν δι' ἧς ἀπελαύσαμεν σωτηρίας, δι' ἧς ἀνεκαινίσθη τὰ πάντα, ὡς αὐτὸς ἔφη ὁ διδάσκαλος Ἐφεσίοις γράφων· Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ. Μάθωμεν δὲ παρὰ τῆς μακαρίας ταυτησὶ γλώττης καὶ ὅπως δεῖ δοξάζειν τὸν εὐεργέτην, τῷ Θεῷ καὶ Πατρὶ τὴν τοῦ Χριστοῦ προσηγορίαν προσάπτοντας. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ὧδέ φησι· Τὸ Εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος τε νῦν διά τε Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, καὶ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐφεσίοις δὲ γράφων οὕτως ὕμνησε· Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν. Καὶ μικρὸν δὲ τούτων ἔμπροσθεν οὕτως ἔφη· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ μετὰ πλεῖστα· Εὐχαριστοῦμεν, φησί, πάντοτε ὑπὲρ πάντων ὑμῶν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί. Καὶ μέντοι καὶ τὴν Φιλιππησίων φιλοτιμίαν ταῖς εὐλογίαις ἠμείψατο· Ὁ δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Ἑβραίοις δὲ οὕτως ἐπηύξατο· Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ τῶν νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Οὐ μόνον δὲ δοξολογῶν, ἀλλὰ καὶ παραγγέλλων, καὶ διαμαρτυρόμενος, συνάπτει τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί. Καὶ τῷ μακαρίῳ Τιμοθέῳ γράφων βοᾷ· Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. Ταῦτα παρὰ τῶν θείων ἐδιδάχθημεν ἀποστόλων, ταύτην καὶ Ἰωάννης καὶ Ματθαῖος, τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ μέγιστοι ποταμοί, τὴν διδασκαλίαν ἡμῖν προσήνεγκαν· ὁ μὲν εἰπών· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ· ὁ δὲ τὰ πρὸ τῶν αἰώνων ἐπιδείξας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο.