Ancient Greek
Page 101
Theodoretus Scr. Eccl. et Theol., Eranistes 101
Not analysed yet
συνέστηκεν ὅτι γέγονεν ἐκ γυναικός. Εἰ δὲ λόγος καὶ θεὸς ἦν ἀνέκαθεν παρὰ τῷ πατρί, καὶ τὰ σύμπαντα δι' αὐτοῦ γεγενῆσθαί φαμεν, οὐκ ἄρα γέγονεν ἐκ γυναικὸς ὁ ὢν καὶ τοῖς γεννητοῖς ἅπασιν αἴτιος ὤν· ἀλλ' ἔστι τὴν φύσιν θεὸς αὐτάρκης, ἄπειρος, ἀπερινόητος· ἐκ γυναικὸς δὲ γέγονεν ἄνθρωπος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ πνεύματι παγεὶς ἁγίῳ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ναὸς γὰρ κυρίως ὁ καθαρὸς καὶ ἄχραντος, ἡ κατὰ τὸν ἄνθρωπόν ἐστι περὶ τὸν λόγον σκηνή, ἔνθα προφανῶς σκηνώσας ᾤκησεν ὁ θεός. Καὶ ταῦτα οὐκ ἐκ τῶν εἰκότων φαμέν· τούτου γὰρ ὁ φύσει τοῦ θεοῦ υἱός, τὴν λύσιν καὶ ἀνάστασιν προαγορεύων τοῦ νεώ, ἀναμφιβόλως ἡμᾶς διδάσκων ἐφοδιάζει, τοῖς μιαιφόνοις φάσκων Ἰουδαίοις· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὁπηνίκα οὖν τὸν ἄνθρωπον ναουργήσας ἐφόρεσεν ὁ λόγος, σώματι μὲν τοῖς ἀνθρώποις ἐπιφοιτῶν, παντοδαπὰς ἀοράτως θαυματουργίας ἐπεδείκνυτο, τοὺς δὲ ἀποστόλους κήρυκας τῆς ἀϊδίου βασιλείας ἐξέπεμπε. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ ϙβʹ ψαλμοῦ. Πρόδηλον οὖν, εἴπερ ὁ χρίων ἀποδεικνύει θεόν, οὗ τὸν θρόνον εἶπεν αἰώνιον, δῆλος μέν ἐστι φύσει θεὸς ἐκ θεοῦ γεννηθεὶς ὁ χρίσας· ὁ δὲ χρισθεὶς ἐπίκτητον εἴληφεν ἀρετήν, ἐκκρίτῳ ναουργίᾳ κοσμηθείς, ἐκ τῆς τοῦ κατοικοῦντος ἐν αὐτῷ θεότητος. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ. Ἐκ τῆς ἀπολογίας τῆς γεγενημένης ὑπὲρ Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας. "Ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ πατήρ μου ὁ γεωργός ἐστιν." Ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν· καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· "Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." Καὶ ὥσπερ εἰσὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου, καὶ ἐξ αὐτῆς, οὕτω καὶ ἡμεῖς, ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου, ἐκ τοῦ