Ancient Greek
Page 109
Theodoretus Scr. Eccl. et Theol., Eranistes 109
Not analysed yet
ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀνελεῖν· εἰ μηδὲν τούτων εἶπε, πόσοι οὐκ ἂν εἰς τὸ βάραθρον τοῦτο κατέπεσον. ΟΡΘ. Ὀλίγας μὲν ἐκ παμπόλλων σοι παρήγαγον χρήσεις τῶν κηρύκων τῆς ἀληθείας, ἵνα μὴ τῷ πλήθει τὰς ἀκοὰς ἀποκναίσω. Ἀποχρῶσι δὲ καὶ αὗται δεῖξαι τῶν ἀξιεπαίνων ἀνδρῶν τοῦ φρονήματος τὸν σκοπόν. Σὸν δ' ἂν εἴη φάναι λοιπόν, ὅπως ἔχειν σοι τὰ εἰρημένα δοκεῖ. ΕΡΑΝ. Συνῳδὰ μὲν εἰρήκασιν ἅπαντες, καὶ συμφωνοῦσι τοῖς τὴν πρὸς ἀνίσχοντα ἥλιον γεωργήσασι γῆν οἱ τὴν πρὸς δυόμενον φυτουργήσαντες· πολλὴν δὲ εἶδον ἐν τοῖς λόγοις διαίρεσιν. ΟΡΘ. Διάδοχοι τῶν θείων ἀποστόλων οἱ ἄνδρες γεγένηνται. Τινὲς δὲ καὶ τῆς ἱερᾶς αὐτῶν φωνῆς καὶ τῆς ἀξιαγάστου θέας ἀπήλαυσαν· οἱ δέ γε πλεῖστοι τοῖς τοῦ μαρτυρίου στεφάνοις κατεκοσμήθησαν. Ἢ τοίνυν εὐαγές σοι δοκεῖ καὶ κατὰ τούτων τὴν βλάσφημον κινῆσαι γλῶτταν; ΕΡΑΝ. Τοῦτο μὲν δράσαι δειμαίνω, τὴν δὲ πολλὴν διαίρεσιν οὐ προσίεμαι. ΟΡΘ. Ἀλλ' ἐγώ σοι πάλιν παράδοξον μηχανήσομαι θεραπείαν. Ἕνα γὰρ τῶν τῆς θαυμασίας ὑμῶν αἱρέσεως διδασκάλων Ἀπολινάριον εἰς μέσον παράξω, καὶ δείξω τοῖς ἁγίοις πατράσι τό, "Ὁ λόγος σὰρξ ἐγένετο," παραπλησίως νενοηκότα. Ἄκουσον τοίνυν ἐν τῷ κατὰ κεφάλαιον βιβλίῳ οἷα περὶ τούτου συνέγραψεν. Ἀπολιναρίου. Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Εἰ ὃ προσλαμβάνει τις οὐ τρέπεται εἰς τοῦτο, προσέλαβε δὲ σάρκα Χριστός, οὐκ ἄρα ἐτράπη εἰς σάρκα. Καὶ πάλιν εὐθὺς ἐπισυνάπτων φησί. Καὶ γὰρ ἑαυτὸν ἡμῖν εἰς συγγένειαν ἐχαρίσατο διὰ τοῦ σώματος, ἵνα σώσῃ. Μακρῷ δὲ κάλλιον τοῦ σωζομένου τὸ σῶζον· μακρῷ ἄρα