Ancient Greek
Page 115
Theodoretus Scr. Eccl. et Theol., Eranistes 115
Not analysed yet
ΕΡΑΝ. Οὕτως ὀνομάζει. Τοὺς γὰρ εἰσεληλυθότας εἰς Αἴγυπτον ψυχὰς προσηγόρευσεν. Ἐν ἑβδομήκοντα γὰρ καὶ πέντε, φησί, ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον. ΟΡΘ. Ἀπὸ δὲ σώματος οὐδένα κέκληκεν ἡ θεία γραφή; ΕΡΑΝ. Τοὺς τῇ σαρκὶ δεδουλευκότας προσηγόρευσε σάρκας. "Εἶπε, γάρ φησιν, ὁ θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας." ΟΡΘ. Δίχα δὲ κατηγορίας οὐδένα προσηγόρευσε σάρκα; ΕΡΑΝ. Οὐ μέμνημαι. ΟΡΘ. Ἐγώ σε τοιγαροῦν ἀναμνήσω καὶ διδάξω, ὡς τοὺς ἄγαν ἁγίους σάρκας προσηγόρευσεν. Ἀπόκριναι τοίνυν· τοὺς ἀποστόλους τί ἂν καλέσῃς; πνευματικοὺς ἢ σαρκικούς; ΕΡΑΝ. Πνευματικοὺς καὶ τῶν πνευματικῶν κορυφαίους καὶ διδασκάλους. ΟΡΘ. Ἄκουσον τοίνυν τοῦ θεσπεσίου Παύλου λέγοντος· "Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὑτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὑτοῦ ἐν ἐμοί, ἵνα αὐτὸν εὐαγγελίζωμαι ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους." Μὴ κατηγορῶν τῶν ἀποστόλων οὕτω τότε αὐτοὺς προσηγόρευσεν; ΕΡΑΝ. Οὐ δῆτα. ΟΡΘ. Ἀλλ' ἀπὸ τῆς ὁρωμένης φύσεως ὀνομάζων καὶ συγκρίνων τῇ οὐρανόθεν κλήσει τὴν δι' ἀνθρώπων κλῆσιν; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Τοιγάρτοι καὶ τοῦ ὑμνοποιοῦ Δαβὶδ ἄκουσον ᾄδοντος καὶ τῷ θεῷ λέγοντος· "Πρὸς σὲ πᾶσα σὰρξ ἥξει·" καὶ τοῦ προφήτου Ἡσαΐου θεσπίζοντος, ὅτι "Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν." ΕΡΑΝ. Ἀποδέδεικται σαφῶς, ὡς καὶ δίχα κατηγορίας ἀπὸ τῆς σαρκὸς ἡ θεία γραφὴ τὴν ἀνθρωπείαν ὀνομάζει φύσιν. ΟΡΘ. Ἐγὼ δέ σοι καὶ τὸ ἕτερον ἐπιδείξω. ΕΡΑΝ. Ποῖον ἕτερον;